Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

δτίχ. β΄. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ἁγισσθήτω τὸ ὅνομά σου· ἐλθέτω ἡ βασιλεία σου.

θἶμαι δὲ, ὅτι οὐδεὶς λέγοι τῷ Θεῷ τὸ Πάτερ, μὴ πεπληρωμένος τοῦ τῆς υἱοθεσίας πνεύματος· καὶ Υἱὸς δοξάζων Πατέρα λέγοι ἂν Πάτερ· φυλάξας δὲ τὴν ἐτολὴν, τὴν λέγουσαν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ἐμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμιᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρός ὑμῶν, τοῦ ἐν τοῖοὐρανοῖς.

Ἐλθέτω ἡ θασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἕτι δὲ καὶ πᾶσα βασλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἁμαρτία· πάντων δὲ τούτων βαπλεέσῃ ὁ Θεός.

Στίχ. γ΄. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίαου. Ἀναγκαίως δὲ καὶ τὸ καθʼ ἡμέραν πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινὴ, ἵνα κατὰ Θεὸν ζήσῃ ὁ ἔσω ἄνθρωπος.

τα. ε΄ ζ΄.

Τὸ μὲν οὖν, Τίς ἐξ ὑμῶν, πρὸς τοὺς μαθητὰς λέγεται· τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τηχάνοντα τοῖς ἀγίοις, ὡς Μωῦσῇ καὶ τῷ Ἀβραάμ. Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Δγύπτου, ἕνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι. Αἰτεῖ δὲ ὁ μαθητὴς τὸν φλον τρεῖς ἄρτους, βουλόμενος θρέψαι τῇ περὶ Τριάδος θεολογία τὸν γενόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, ααθά φησιν· Ἐκτὸς ἐμοῦ οὐ δόνασθε ποιῆσαι οὐδέν, Ἀλλὰ πῶς ἀποκρίνεται ἔσωθεν ὁ φίλος λέγων· Μή μοι κόπον πάρεχες Ζητήσεις δὲ, μήποτε οἱ κοπιῶντες καὶ πεφορτι σμένοι τοὺς ἑαυτῶν κόπους παρέχωσι τῷ Σωτῆρι. Διὸ τὰς ἀσθενείας ἡμῶν φέμε, καὶ περὶ ἡμῶν ὀδυνᾶτα. Ἥ ὥσπερ τῷδε μὴ (99) ὑπνοῖ ὁ Θεὸς, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγεται οὕτω καὶ κόπον ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.

Σὸ δὲ ὅρα, εἰ ἅρτος μὲν ἡ ἀναγκαία τῆς ψυχῆς [*](11 Jac. II, 8; Rom. XIII, 9. 13 Matth. V, 44.) [*](14 Joan. XV, 5. 15 Isa. LIII, 4.) [*]((98) Videtur scribendum χρήσιμον τὸ , Ἀγαπήσεις.) [*]((99) Forte μέν.)

356
ἐν γνώσει τροφὴ, ἧς ἄνευ οὐκ ἔστι σώζεσθαι· οἶον ὁ περὶ τοῦ, πῶς βιωτέον ἀκριβὴς λόγος·ἰχθὸς δὲ ἣ οἷον ὄψον φιλομάθεια· οἶον τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, καὶ ὅσα ἐξῆς ἡ σοφία καταλέγει. Οὕτως οὗν ἀντὶ ἅρτου λίθον οὐ δίδωσιν ὁ Θεὸς, ὅν ὁ διάβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι· οὕτε ἀντὶ ἰχθύος ὄφιν, ὅν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες. Ἐκεῖ γὰρ, φησὶν ὁ Ταλμρδὸς, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δςάκοττος ἐπὶ τοῦ βδατος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Aὶθίοὐιν οὔτε ἀπλῶς ἀντὶ τροφίμου καὶ ὠφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.

Στίχ. λδ΄. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. θταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ. καὶ ὅλον τὸ σῶμά σου φωτενόν ἐστιν. Ἐπὰν δέ πονηρὸς ῇ, καὶ τὸ σῶμά σου σκοτεινόν.

Στίχ. λε. Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

Στίχ. λς΄. Εἰ οὗν τὸ σῶμά σρυ φωτενόν, μὴ ἕχον μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῆ ἀστραπῇ φωτίεται.

Τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· Εἵπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἕτι σκοτεινὸν, μηδαμῶς ἁμαρτάνοντι ἕτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κὰν φωτισμῷ τὸ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός· λύχνῳ δὲ ἐν ἀστραπῇ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκότος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται.

Στίχ. νά. Ἀπὸ τοῦ αἵμματος .Ἅβελ ἐως τοῦ αἵμοτος ὅαχαρίου.

(1) Διὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς ἀποτυχόντες οἱ δήμιοι, καὶ (2) τοῦ Ζαχαρίου τὸν θυμὸν ἀφιᾶσιν, λόγος. Κατʼ αὐτὸ τοῦτο γοῦν καὶ διὰ τὴν παρθένον Μαρίαν μετὰ τὸ γεννῆσαι τὸν Σωτῆρα ἡμῶν. Ἐλθοῦσα γὰρ προσκυνῆσαι, ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. Καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν, ὁ δαχαρίας ἕλεγε τοῖς κωλύουσιν, ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων, ἔτι παρθένον οὖσαν. Ὡς οὖν σαφῶς παρανομοῦντα ἀπέκτειναν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, λειτουργοῦντα καὶ θύοντα τῷ Θεῷ, καὶ ἀναμιγνύουσι τὸ αἶμα τῷ αἵματι.