Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στιχ. ι΄. Εἰς ἥν δʼ ἄν πόλιν εἰσέρχησrθε. κοὶ μὴ δέχοται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε·

Στίχὶ ιά. Καὶ τὸν κονιορτόν, τὸν κοληθέτα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομαξόμεθα ὑμῖν

Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίας ἂν εἰς ὑμᾶς ἐπανέλθῃ. Ἁπλούστερον δέ· Βούλετο. τὸ, Ἐκτινάξατε τὸν κονιορτὸν, ἢ ὥστε δεῖξαι, ὅτ. οὐδὲν ἔλαβον παρʼ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἤν ἐστείλστο διʼ αὐτούς. Παρατήρει δὲ, ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας· ἀναλόγως τῇ πλατεία (97) ή πύλη. καὶ εὐρύχωρος ἡ ὀδὸς ὁ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰαν οἰ ἐρχόμενοι διʼ αὐτῆς.

Στιχ΄. λη΄. Ἐγόνετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς. καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς.

Στίχ. λθ΄. Καὶ τῇδε ῆν ἀδελφὴ καλουμένη Mαρία, ἢ, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἢκουε τὸν λόγον αὐτοῦ,

Στίχ. μ΄. Ἡ δὲ Μάρλα περιεσπάσατο περὶ πολλὴν διακονίαν. Ἐπιστλσα δὲ ελπεν· Κύριε. οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνη κατέλσε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται.

Στίχ. μα΄. Ἀποκριθεὶς δὲ εἶπεν δ Ἰησοῦς· Mάρθα, Μάρθα, μριμνᾶς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία.

[*](Math. VII, 13.)
353

Στίχ. μβ΄. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς.

Εἰς μὲν οὖν τὸ, Ἐνός ἐστι χρεία, τὸ Ἀγαπήσεις, χρήσιμον (98), τὸν πλησίον σου ὡς ἑαυτόν· εἰς δὲ τὸ, Ὀλίλων ἐστὶ χρεία, παραθήσεις τό· οὐ κλέῥεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται. Ἐκλάβῃ δὲ Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν. Ἥ τὴν μὲν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἤ Μάρθαν μὲν εἰς τοὺς ἐκ περιτομῆς πιστεύσαντας καὶ φυλάττοντας Ἰουδαῖκῶς τὰ τοῦ νόμου, Μαρίαν δὲ τοὺς τούτων ἀπηλλαγμένους, καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ προσκαθεζομένους. Διαφόρως γὰρ ἐπιβάλλλων, εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν, καὶ περὶ πολλὰ εἰλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ, καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.