Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ.

(74) Βλέπε τὸν τύπον ν τῷ Ζαχαρίᾳ. Ἐκβαλόντες γὰρτὸν λόγον ἐφʼ ἑαυτῶν. καὶ μὴ δυνάμενοι περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου, κωφοὶ καὶ ἅλογοι μένουσι.

Ετίγ. ξγ΄. Καὶ ατήσας πνακίδιον ἐγραψεν, Ἰωάννης ἐστὶν τοὕνομα αὐτοῦ.

Ἐπαιδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη θεοῦ, Ἰωάννης δὲ δ δεικνύς· μέμνηται δέ τις τοῦ ἐπότος, δείκνυσι δὲ τὰ παρόντα· διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἀνέσχον αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἥθελον. Διόται ἕμελλεν μονονουχὶ μνημονεύειν Θεοῦ ὡς ἀπόντος, ἀλλʼ αὐτὸν ἐκεῖνον τῷ δακτύλῳ δεικνύειν παράντα καὶ λέγειν Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ.

Ἥδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλʼ εἰς πρόσωπα τούτων τὸν ἑαυτῆς ἐγκρίνει μνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑποψίαν, οἰομένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι. Ἁπλούστερον μὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίμησεν αὐτὸν τὸ Πντῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ τὰ λοιπά---(75), μήπως αὐτοὺς καταλέλοιπεν. Ὁ δὲ Κύριος, ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείαν δίδωσι, παρεμφαίνων, ὅτι Θεὸς εἵη σεσαρκωμένος.

Ἤ τοίνυν οὕτω νοήσεις· ὅτι ὅρη μὲν καὶ βουνοὶ αἱ ἀντικείμεναι δυνάμεις διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν· αἰ δὲ φάραγγες οἱ ἄνθρωποι πεπλήρωνται ἐπʼ ἔργοις ἀγαθοῖς. Γεγένηται δὲ πάντα σκολιὰ εἰς εὐθεῖαν. Ἔκαστος γὰρ ἡμῶν σκολιὸς ἧν. Ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται τὰ σκολιὰ εἰς εὐθεῖαν. Καὶ πόλιν τραχὺς ἦν ἡμῶν ὁ βίος, καὶ ὁ λόγος ἀνώμαλος ἐλθὼν δὲ ὁ Κύριος, λεῖα πάντα πεποίηκε.