Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(64) Εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἔμελλον σώζεσθαι, πάντη δὲ ἀποκέκλεισται ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ, Ἐν ἔτει ιέ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος· ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας, καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος, καὶ Ἀβιλινῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται κοὶ αὗται αἱ βασιλεῖαι. Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καιάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ καιροῦ, καθʼ ὸν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ Κυρίου ἐν τῇ ἀρχιερωσύνῃ.

Τοῦ αὐτοῦ. Οὐδέποτε γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ. Ἐπειδὴ δὲ ἔμελλε πολλὰ τέκνατῆς ἐρήμου μᾶλλον εἶναι ἢ τῆς ἐχούσης τόν ἄνδρα, διὰ τοῦτο ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην ἐν τῇ ἐρήμῳ. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει πηρύσσων ἐν τῇ ἐρήμῳ. Καὶ ἧλθεν εἰς πᾶσαν τὴν σερίχορον τοῦ Ἰόρδανον· (65) ποῦ γὰρ ἔδει τὸν Βαπτιστὴν προέρχεσθαι, ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐσπορήσῃ τοῦ ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀληθῶς ὁ ποταμός τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὀ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιιν ἀμαρταιῶν θάπτισμα. Εἰς ἄφεσιν δὲ ἁμαρτιῶν, τίνι; ἢ τῷ μηκέτι ἁμαρτάνοντι. Εἶτα τὸν Ἡσαΐαν παρίστησι τοῦτο αὐτὸ βοῶντα; Τί γάρ; φησι οθωνὴ βοἀπτος ἐν τῆ ἐρήμῳ. Τοῦτο δέ φησιν· ὡς ἂν Ἡσαΐου σὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου. Ἐπίλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης, καὶ τέλειος προφητῶν. Ἑπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἧν τοῦ Λόγου, εἰκότως φωνὴ ὠνόμασται, οὐ λόγος. Προλαμβάνει γὰρ ἡ φωνὴ τὸν λόγον. Τὸ δέ Ἑτομάσατε τὴν ὀδὸν.

[*](41 Matth. XXIII, 38.)[*]((63) Ὠριγ. Vide infra in cod. 294, ad cap. III, vers 1.)
329

μὲν ὁλόκληρον τοῦ Εὐαγγελίου οὐκ ἔχουσα, ἀρχὴν δὲ τῆς Καινῆς Διαθήκης εἰσάγουσα.

Τρία πράγματα εἰσάγει, καὶ τὰ λοιπά.