Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στί,. δ΄. Ἴνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

Στίχ. ε’. Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίαc ἱερεύς τις ὀνόματι Ζαὰορίας ἐξ ἐφημερίας Ἀβιά· κοὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.

[*](⁵⁴ Exod. αα, 18. ⁶ Joan. Xa, 6. Joan. a, 9. ⁵ Coloss. nn, 7.)[*]((46) Ἀνεπιγ.)
316

Στίχ. Ϛ΄. Ἦσαν δὲ δίκαιιοι θμσότεροι ἐνώπιον τοῦ Θεοῦ.

Εὶκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἕγραψε τὸ Εὐαγγέλιον, ὅς εἷς ἧν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Καὶ οὐκ ἄν τις εἵη Θεόφιλος ἀσθενής. Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου· Οὐκ ῆν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν· οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἕχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατέχῃ, καὶ τὴν πίστιν διατηρῇ.

Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἷναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. Τοιοτον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ· Ὧν ὁ ἕπαανος οὐκ ἐξ ἀνθρώπων, ἀλΤʼ ἐκ Θεοῦ. Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες· ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινετοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ.

Στίχ. Ϛ΄. Πορευόμενοι ἐν πάσας ταῖς ἐντολας καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.

Στίχ. ζ΄. Καὶ οὐκ ἧν αὐτοῖς τέκνον· καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφσότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Στίχ. ή. Ἐγένετο δέ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ,

Στίχ. Θ΄ Κατὰ τὸ ἕθος τῆς ἱερατείας· ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.

Στίχ. ι΄. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.

Ἴσως ἐρεῖ τις· Διὰ τί πρόκειται τούτοις τὸ,ᾶμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὗν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἧν τοῦτο, οὐκ ἂν ἐλέγετο· Δικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν,. (43) ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως.

Στίχ. ια΄. Ὥφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεβιῶν τοῦ θυσιαστηρίου τοῦ θυχαάματος.

Στίχ. ιβ΄. Καὶ ἐτοράχθη Ζαχαρίας ἰδών· καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.

Στίχ. ιγ΄. Εἷπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ ψοθοῦ, Ζαχαρία, διότι ἐσηκούσθη ἡ δέησίς σου, παὶ ἠ γυνἡ σου Ἐλισάβετ γεῖνήσει υέόν σοι, καὶ καλέσεις τὸ ὅνομα αὐτοῦ Ἰωάσνην.

317

Σπίχ. ιδ΄. Καὶ ἔσται χαρά σοι κὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.

(44) Διὰ συγκαταβάσεως ὤφθη ἅγγελος τῷ Ζαχαρίᾳ. Οὐδὲ γὰρ φθαρτοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἅφθαρτονσῶμα. Ἐκ δεξιῶν δὲ ὥφθη ἑστὼς ὁ ἄγγελος τοῦ θυσιαστηρίου, ὅτι αἴσια αὐτῷ ἕμελλε προαγγεῖλαι. Ἐταράχθη δὲ Ζαχαρίας ἰδών. Σενίζουσα γὰρ ἡ ὅψις ἀνθρώπῳ φαινομένη οὐκ ἕστιν ὑπομονητική. Ἀλλʼ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Σαχαρίαν ὁ ἄγγελος, καὶ ἀνακτᾶται αὐτὸν, εἰπών· Μὴ φοβοῦ, Ζαχαρία.

(45) Ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ Θεὸς ἢ οἱ ἄγγελοι, ἀλλὰτοῖς καθαρὰν ἕχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν. Εὑρίσκεται γὰρ τοῖς μὴ περάζουαιν αὐτὸν, ἐμφανίίεται δὲ τοῖς μὴ ἀπιστοῦσιν οὐτῷ.

Τοῦ αὐτοῦ. Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ ὁ Μανωέ φησι· διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ὁ ἅγγελος, εἶπε τό· Μὴ φοβοῦ. Οὐ γὰρ μόνον οὐ τελευτᾷς, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῆς καὶ τεκνοποιεῖς, καὶ χαρὰ μεγάλη ἔσται σοι· Γεννήσει γάρ σοι υἱὸν ἡ Ἐλισάβετ, οὗ οὐ γέγονε μεί δῶν ἐν γετνητοῖς τῶν γυναικῶν. Εἷτά φησι· Καὶ πολλοὶ ἐπὶ τῇ γετνήσει αὐτοῦ χορήσοσται. Εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόμου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδημίαν.

(46) Κατὰ τὴν θεωρίαν, ἡ σιωπὴ τῶν Προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ Θεοῦ. Οὐκέτι γὰρ Θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν Θ ἐν ἀρχῇ λόγος πρὸς ἡμᾶς. Καὶ παρʼ ἡμῖν οὐ σιωπᾷ, παρʼ ἐκείνοις δὲ σεσιώπηκε. Διὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας. Τὸ δὲ διανεύειν (47) μένοντα κωφόν.

Στίχ. κβ΄. Ἐξελθὼν δέ οὐκ ἡδύνατο λαλῆσα αὐτοῖς, καὶ ἐπέγνωσαν, ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτός ἦν διανεύων αὐτοῖς, καὶ διἐμενε κωφός.