Scholia in Lucam (fragmenta e cod. Venet. 28)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. ά. Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ανατάδασθαι διήγησιν περὶ τῶν πεπληρορσορημένων ἡμῖν πραγμάτων.
Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται· καὶ ἧν χάρισμα διάκρισις πνευμάτων, ἀφʼ οὗ χαρίσματος ἐκρίνετο ὁ ἀληθὴς προφήτης καὶ ὁ ψευδοπροφήτης· οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γράψαι. Ἀλλʼ οἱ δόκιμοι τραπείῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. Τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προπετῶς καὶ χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλʼ ἕγραψεν ἐξ ἁγίου κινούμενος Πνεύματος· ὁμοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλησίως, καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐθεχείρησαν. θέρεται δὲ καὶ τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον. Ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλείδην Εὐαγγέλιον. Πολλι μὲν οὗν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἅλλα πλείονα. Ἀλλὰ τὰ τέσσαρα μόνα προκρίνει ἡ του Θεοῦ Ἑκκλησία. Οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευμένων, ἀλλὰ πεπληροφορημένων, τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. Πραγμάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἴρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος εγενῆσθαι, καὶ τὴν σάρκωσιν αὐτοῦ. Περὶ τῶν πεπληροφορημένων δὲ εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐμφαίνει. Πεπληροφόρητο γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ. Ὅτι| δὲ παρὰ τῶν αὐτοψίᾳ θτασαμένων καὶ αὐτηκόων παρέλαβε, σαφῶς ὡμολόγησεν εἰπών· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Διαβεβαιοῦται δὲ, ὅτι ἅνωθεν παρηκολούθησεν, οὕ τισι τῶν εἱρημένων, ἀλλὰ πᾶσι. Εἰκὸς δὲ ὑπολαμβάνειν τινὰς, ὅτι Θεοφίλῳ τπινὶ
(40) Ἐν τῇ Ἐξόδῳ γέγραπται, Ὅτι ὁ λαὸς θώρακε τὴν φωνὴν τοῦ Κυρίου, καίτοιγε φωνὴ οὐ βλέπεται, ἀλλʼ ἀκούεται· ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ Θεοῦ φωνὴ βλέπεται οἶς βλέπεται. Ἐν δετῷ Εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλʼ ὁ κρείττων τῆς φωνῆς Λόγος. Διὰ τοῦτο, Καθὼς παρέδοσαν μῖν οὶ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον αατὰ σῶμα αὐτόπτην τούτου γενέσθαι ἧν· καὶ Πιλᾶτος αὐτόπτης ἦν τοῦ Λόγου, καταδικάζων αὐτὸν, καὶ Ἰούδας ὁ προδότης, καὶ πάντες οἱ λέγοντες· Σταύρωοον, σταύρωσον αὐτόν. Τὸ οὗν εἰδέναι τὸν Λόγον ἐκεῖ ἐνοεῖτο, ὅπου ἕλεγεν ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τόν Πατέρα, τόν πέμψαντά με. Καὶ λιληθότως δὲ καλὸν μάθημα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεωρίαἐστί· τινῶν δὲ θεωρημάτωντὸτέλος ἡ πρᾶξίς ἐστι. Διὰγὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέεαε, τὸ πραγματικόν. Δύνασαι δὲ καὶ πτέρως ἐκλαβεῖν τὸ, ὑπηρέται γενόμενοι τοῦ Λόγου· ἤτοι τοῦ διδασκαλικοῦ λόγου, ὅν παρεδίδου ὁ λωτήρ· ἢ καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου, ᾦ καὶ ἐξυπηρέτησαν παρόντες οἱ μαθηταί.
Τὴν διάθεσιν ἑαυτοῦ ὁ Λουκᾶς ἐμφαίνει. Πεπληροφόρητο γὰρ, καὶ ἐν οὐδενὶ ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὗ. Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πισπεύοντας. Καὶ γὰρ ὁ. Ἀπόστολος περὶ τῶν βεβαίων φησίν· Ἴνα ήτε ἐῥιδωμένοι καὶ τεθεμελιωμένοι τῆ πίστει. Οὐδὲν γὰρ οὕτω πληροφορεῖ, ὡς νοῦς καὶ λόγος. Ὄψις γὰρ οὐ πληροφορεῖ· ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα· ὀλλὰ λόγῳ κρίνεται, ποῖα τἀληθῆ, καὶ ποῖα τὰ ψευδῆ. Πραγμάτων δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν, κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας, ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν· ἀλλὰ τνγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα.
Στίχ. γ’. Καθεξῆς σοι γράῥαι, κράτιστε Θεόφιλε.