Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιη΄. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.

Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἐξῆς, εἰς τὴν ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα--- θεωρεῖν (37), καὶ οὕτω λήψῃ τὸ Ἐδόθη μοι ἐξουσία, ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη, ἠνέχθη μοι, περὶ τοῦ αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ἡ ζωὴ πρῶτον μὲν ἐν τοῖς ἄνω, εἶτα νῦν καὶ ἐν τοῖς κάτω· οὓς θαῤῥοῦντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς ὁ σώζων. μία ἡ σωτηρία. Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Εἷς ἐστιν οὐ συναλοιφῇ τῶν τριῶν, ἀλλʼ οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ἐν πᾶσι, καὶ κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ· διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα ὁ Θεός· διὰ τοῦτο οὐκ ἀσταρεῦσιν (38) ἢ κίνησιν, ἤ τι τῶν τοιούτων, ἂ ἐν τοῖς σώμασι θεωρεῖται, ὁ Θεὸς ὁ ἀσώματος ἐγέννησεν. Ἐνυπόστατος ἡ γέννησις· ἀπετέχθη ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱός.

[*]((36) Forte τάς.)[*]((37) Ms. χώρης.)[*]((38) Forte ἅρα ῥεῦσιν.)