Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. με΄. Ἀπὸ δέ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.

(33) Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἐσπέραν ἔσται φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος. καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὁ ὥρᾳ ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιἐητεῖ, [*](18 Matth. XXVII, 17. 19 Joan. VIII, 44. 20 Zach. XIV, 6, 7. 21 21Matth. XII, 39. 22Joan. VIII, 28.) [*]((31) Hinc quædam videtur hausisse Theophyl. pag. 156 a.) [*]((32) Forte τό.) [*]((33) An τοιαύτη.) [*]((34) Forte οἱονεί.) [*]((35) Subjungitur non asscripto auctoris nomine. Confer. edita Orig.)

309
καὶ ἑξῆς· καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλουμένου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλʼ ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλʼ ἐν Ἀἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἔκλειψιν εἶναι τὸ γεγενημένον, διὰ τοῦτο τῇ δι΄ γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. Ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν. Καὶ Φλέγων δέ τις παῤ Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους, ὡς παραδόξως γεγενημένου ἐν τῇ ιδ΄ τῆς σελήνης· ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ ἀπέχει τό τοῦ ἡλίου διάστημα, ὅσον ἀπʼ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνη. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι, τῆς παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτίσθη αὐτῶν ὁ νοῦς, καὶ ἀπέστη ἀπʼ αὐτῶν ὁ νοητὸς ἥλιος. Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτου ἔδει κατανυγῆναι. Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους. Διὰ τοῦτο γὰρ μετὰ πάντων τῆς (36) παροινίας τοῦτο γίνεται, ὅτε κόρος ἔλαβε τῶν σκωμμάτων, καὶ πάντων ἐφθέγξαντο ὅσα ἠθέλησαν.