Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Διαβάλλων τὸ ψεῦδος ἀλλήλοις, αὐτοὺς εἰς διακρίσεις φέρει καὶ ἀντιδικίας· ἢ ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις· τὸ δὲ « ἐκκαίει, » ὡς οἷμαι, προστίθεται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς, ἀνάπτοντας θυμὸν μὲν, πρὸς ὀργὴν καὶ μῖσος ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας· τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασε τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν, καὶ θάνατον ἐργαζόμενα.

Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλʼ ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἕστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ Διαθήκη ἐστίν· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα Διαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.

Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, διʼ ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τά ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμωριῶν.

Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπʼ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.

Ἀδελφὴ ἡμῶν σοφία ἐστὶ, διότι ὁ ποιήσας τὴν [*](64 Ps. LXXIII, 14. 65 v. 19. 66 Eph. VI, 16. 67 v. 20. 68 v. 23. 69 v. 30. 70 v. 30. 71 v. 32. 72 v. 4.)

181
ἀσώματον φύσιν Πατὴρ, καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν θεωρίαν τῶν σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν αὐτῇ κρίσεως καὶ προνοίας ἐγκείμενα.

Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα ὀνομάζει νῦν· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον, καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν· ἐνταῦθα δὲ προσεκτέον τί φησιν ὁ Σολομῶν περὶ τῆς κακίας· ὅτι οὐκ αὐτὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἄγει· οὐδὲ ἀναγκάζει πορεύεσθαι διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλʼ ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ τὸ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ τὰς νέων ἐξίπτασθαι καρδίας.

Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμβάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἀγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμενος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυναικός.