Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἡ χάρις καὶ ἡ φιλία ἐλευθεροῖ· ἡ δὲ ἀρετὴ καὶ γνῶσις ἐλευθεροῦσι ψυχὴν λογικήν· ἡ χάρις γὰρ καὶ ἡ φιλία, ἀρετὴ καὶ γνῶσίς ἐστιν· εἰ δὲ ἔλαφος ἐκ τῆς φιλίας, ὁ πῶλος ἐκ τῶν χαρίτων γεννᾶται· ἡ οὖν ἔλαφός ἐστι τῆς θεωρίας σύμβολον· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· ἡ μὲν γὰρ, ἐξ ἀρετῶν· ἡ δὲ, ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. — Ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, σωμάτων καὶ ἀσωμάτων καὶ γνώσεως Θεοῦ· ἡ δὲ φιλία, τῆς πρὸς Θεὸν καὶ τὸν πλησίον ἀγάπης· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· καὶ ἡ μὲν θεωρία τῆς πρὸς Θεὸν γνώσεως, ἐξ ἀρετῶν εἴωθε γίνεσθαι ψυχικῶν· ἡ δὲ ἀγάπη, ἐκ τῆς σοφίας γίνεσθαι πέφυκεν· ἡ δὲ ἀπάθεια, ἐκ τῶν τοῦ σώματος ἀρετῶν· παραινεῖ δὲ ἡμᾶς ταῖς τοιαύταις χάρισιν ἀεὶ προσομιλεῖν· ὁ δὲ τούτοις ἐμφιλοχωρῶν, οὐ μόνον τῷ Θεῷ προσομιλήσει, ἀλλὰ καὶ σύνοικος γενήσεται αὐτῷ. — Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ, ἥτις καλεῖται φιλία, καὶ συμφιλιάζει τῷ Θεῷ τοὺς ἑπομένους αὐτῇ διὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Ἐν γὰρ τῇ τῆς ἀρετῆς φιλίᾳ καὶ τῇ τῆς γνώσεως, ὁ συμπεριφερόμενος πολλοστός ἐστι τῶν ὠφελουμένων.

Τινὲς μὲν τοῦτο περὶ τῆς ἕξωθεν σοφίας νομίζουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐ καλὸν διὰ τὰς ἐν αὐτῇ ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν, ἑρμηνεύουσιν οὕτως· ὅτι ἀδύνατον μὲν παντάπασιν ἀπέχεσθαι ἄνθρωπον πονηρῶν λογισμῶν· μὴ ἐγχρονίζειν μέντοι ἐν αὐτοῖς, δυνατόν· οὓς καὶ ἀγκάλας καλεῖ.

Πᾶς ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς, τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις, διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματικὴ, γνῶσις Θεοῦ, καθʼ ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν, ὡς ὁ Ἰωάννης ὁ Βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, Μωϋσῆς τε καὶ οἱ ἀπόστολοι· Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.

Ὁρᾷς ἀγῶνα καὶ ἀγρυπνίαν; Ὕπνος μέν ἐστι ψυἡ [*](30 v. 18. 31 Prov. vii, 4. 32 v. 19. 33 v. 20. 34 v. 3. 35 v. 4.)

177
κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ χῆς ἡ κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· ἐπινυσταγμὸς δὲ ἡ πρὸς τὰ χείρω ῥοπή· κωλύει οὖν ὁ μὲν νόμος τὸν ὕπνον· τὸν δὲ νυσταγμὸν τὸ Εὐαγγέλιον· εἴ γε ὁ μὲν περικόπτει τὴν κατʼ ἐνέργειαν ἁμαρτίαν· τὸ δὲ, τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν· Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Οὐκ ὀργισθήσῃ.

Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται· πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴ γε τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ; ἢ μήποτε ὁ Θεὸς λέγεται δεσπότης διχῶς, ὡς δημιουργὸς, καὶ ὡς γινωσκόμενος; Διὸ καὶ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἀμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατʼ ἀρετὴν καὶ γνῶσιν) ἔχετε τόν καρπόν ὑμῶν εἰς ἁγινασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνον· εἰ δὲ τοῦ τοιούτου τέλους καὶ τῆς γνώσεως ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὢν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος· καλῶς οὖν λέγεται μὴ εἶναι ὁ μύρμηξ ὑπὸ δεσπότην, κατὰ ταύτην τὴν δεσποτείαν· εἶναι δὲ πάλιν ὑπὸ δεσποτείαν λέγεται, ὑπὸ τὸν Θεὸν, ὡς ὑπὸ δημιουργόν.

Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομῶν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν· διὰ δὲ τῆς μελίσσης, τὴν θεωρίαν τῶν γεγονότων σημαίνει καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι, καὶ σοφοὶ καὶ ἀνόητοι, πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται· καὶ φαίνεται μέν μοι ὁ κηρὸς, αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν· τὸ δʼ ἐναποκείμενον αὐτῷ μέλι, σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν· καὶ ὁ μὲν κηρὸς παρελεύσεται· Ὁ οὐ ρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ὧν λέγει ὁ Σολομῶν· Κηρία μέλιτος, λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν, ἵασις ψυχῆς· καὶ ὁ Δαυῒδ, Ὡς γλυκύτερα, φησὶ, τῷ λάρυγγί μου, τὰ λόγιά σου ὑπέρ μέλι τῷ στόματί μου· τὸ δὲ ἀποτέλεσμα τοῦ πόνου τῶν ἀρετῶν καὶ τῆς γνώσεως, πόνον ὠνόμασε· βασιλεῖς δὲ καὶ ἰδιώτας, οὐ τοὺς τὸ διάδημα ἔχοντας, ἢ τοὺς ἐν κοπρίᾳ πένητας λέγει, ἀλλὰ τοὺς πρὸς τὸν Θεὸν τὸν νοῦν σεσοφισμένον καὶ ἐῤῥωμένον ταῖς ἀρεταῖς ἔχοντας, βασιλεῖς λέγει. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα ἅγνοιαν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινα, ὡς στρουθίον μονάζον ἐπὶ δώματος.

Προσεκτέον ἐνταῦθα μήποτε ἅρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκωσιν οἱ ἀντικείμενοι τοὺς αὐτῶν λογισμοὺς ἐν ἡμῖν στρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν Θεὸν πεπιστεύκαμεν εἶναι.

Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ (1), κτᾶται αἷμα δίκαιον· οὗ στερισκομένη [*](36 v. 6. 37 Rom. VI, 22. 38 v. 8. 39 Prov. XVI, 24. 40 Ps. CXVIII. 103 41 v. 9. 41 v. 13 42 v. 17.)

180
ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθείρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέφυκε γίνεσθαι, ἀπʼ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπʼ ἀρχῆς τικτομένων.