Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Δυνάστας ἐνταῦθα τοὺς δικαίους φησὶν, οἵτινες κατὰ τῶν δαιμόνων καὶ τῶν παθῶν τὴν δύναμιν ἔχοντες, ἥντινα θυμὸν ἐκάλεσε· μὴ πινέτωσαν ἐκ τοῦ τὸν νοῦν μεθύσκοντος, καὶ τὰς φρένας θολοῦντος ὀξώδους οἴνου τῶν αἱρετικῶν, τοῦ κατὰ τῆς τοῦ Θεοῦ σεφίας γνώσεως τι ἔχοντος· ἵνα μὴ πιόντες, ἐπιλάθωνται τῆς τοῦ Θεοῦ σοφίας, καὶ ὀρθὰ κρίνειν καὶ νοεῖν τὴν θεωρίαν τῆς γνώσεως, οὐκέτι οὐ μὴ δύνανται ἑαυτούς τε καὶ τοὺς ἀσθενεστέρους ὠφελεῖν κατὰ ψυγήν.

Τοῖς ἐν ἁμαρτίαις ὀδυνωμένοις καὶ ἀπογνώσει, δότε ἐκ τοῦ ἀμπελῶνος τοῦ Κυρίου πιεῖν εἰς μέθην, τουτέστι νηστείαν, προσευχὴν, ἐγκράτειαν, ἐξομολόγησιν καὶ πάντα ὅσα εἰς εὐφροσύνην ψυχῆς· τοῖς δὲ ἐν ἀρχαῖς, ὀδύνας τῆς ἁμαρτίας πιεῖν εἰς κόρον, ἵνα πιόντες ἐπιλάθωνται τῆς δαιμονιώδους πενίας· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς γνώσεως τοῦ Κυρίου, ἐπιλανθἀνεται τὴν πρᾶξιν τῶν ὀδυνῶν.

Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον ταῖς ἁμαρτίαις.