Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἡ φθορὰ ταῦτα ἀγαπᾷ τὰ πράγματα, ᾄδην, ἔρωτα, καὶ γυναῖκα πορνικήν· οὐδὲ γὰρ ταῦτα πέρας οὐδὲ κόρον ἔχει· τρία δέ ἐστιν ἃ καὶ πλησθήσεται· καὶ ἡ τετάρτη, οὐκ ἠρκέσθη εἰπεῖν ἔκανόν ᾄδης καὶ ἔρως γυναικὸς, καὶ γῆ οὐκ ἐμπιμπλαμένη ὕδατος· καὶ ὕδωρ, καὶ πῦρ, οὐκ εἶπον ἀρκεῖ· ἀεὶ τὰ σπέρματα δέχεται, οἷα ἐὰν καταβάλῃς, ἐφίεται· οὕτω καὶ ὁ θάνατος καὶ τὸ πῦρ, ἐφ᾿ οἷσπερ ἐφίεται, διαφθείρει· τοιοῦτόν τι καὶ ἡ πενία· ἀναλωτικὰ ταῦτα τὰ πράγματα· τοιοῦτόν τι καὶ ὁ ὄκνος καὶ ἡ ἀργία· ἐπειδὴ γὰρ θαυμάζει ἴσως τις, διὰ τί κόρον οὐκ ἔχει ὁ ᾄδης, καίτοι δαπανῶν τὸν ἄνθρωπον, διὰ τοῦτο, φησὶν, οὐδὲ ταῦτα κόρον ἔχει, οὐδὲ ἵστανταί που· ὅρα δὲ τίνα παρέβαλε τὴν πορνείαν τῷ ᾄδῃ.

Οὗτοι οἱ κόρακες, τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες διότι τοῦ πάντων Πατρὸς καὶ Θεοῦ κατεγέλασαν, καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν ὀφθαλμὸς δὲ τοῦ Πατρός ἐστιν, ὁ ἐν δικαιοσύνῃ δεδομένος ἡμῖν παῤ αὐτοῦ νόμος καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς, κόρακας εἶπεν τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας, ὠνόμασεν ἀετοὺς, διὰ τὸ τοὺς μὲν τὴν μερικὴν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι· θέλει γὰρ ὁ Θεὸς καὶ τοὺς ἀσεβτῖς σώζεσθαι.

Ὁ ἀλέκτωρ τὸ ὄρνεον παῤ ἡμῖν ἄλεκτα λέγεται. Παρὰ δὲ ταῖς συνούσαις αὐτῷ θηλείαις γνωριστά· παρέπονται δὲ αὐτῷ αἱ τῶν ὀρνίθων ἀγέλαι, διὰ τὸ πάσας ἴσως περινοστεῖν τῇ περὶ αὐτὸν ἡδονῇ· εὔψυχος δέ ἐστι πάσαις αὐτὸς εἰς ἀγάπην· οὕτως τῷ πάντων Θεῷ αἱ τῶν ἀγγέλων τάξεις, οὐ μόνον φόβῳ, ἀλλὰ καὶ [*](97 III Reg. XVII, 6. 98 v. 31.)

233
ἐγάπη ὑπείκουσιν (20), ὅτε θέλει αὐτὸς νοεῖν αὐτὰς τὸ πρόσταγμα αὑτοῦ καὶ ποιεῖν· ὡσαύτως δὲ καὶ περὶ τεῖς τῶν δικαίων ψυχαῖς πέφυκεν· ὅσαι γὰρ ὑπόκεινται τῷ προστάγματι αὐτοῦ, οὐ μόνον τὰ ἐν ταῖς Γραφαῖς ἐναποκείμενα μυστήρια καὶ βάθη εὐδοκεῖ γινώσκειν, ἀλλὰ καὶ ὅσα ἐν τῷ βίῳ πέφυκε γίνεσθαι τοίς ἀνθρώποις, παρὰ ἀνθρώπων τε καὶ δαιμόνων, ἢ διʼ ὁράσεως νοὸς, χάριτι θείου Πνεύματος παρέχει πρόγνωσιν, ἢ διʼ ἀγγέλου μύησιν, ἢ δι᾿ ὁράματος ἀποχάλυψιν.