Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατʼ αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται.

Ἴασις ἐστὶν ἡ ἐξ ἀρετῆς ὑγίεια τῇ πολιτείᾳ σου· ἡ δὲ τοῦ Θεοῦ χάρις καὶ ἐπιμέλεια τοῖς λογισμοῖς σου καὶ διανοήμασιν· ὅταν αἱ δυνάμεις τῆς ψυχῆς, ἤγουν αἱ ἀρεταὶ, ἐπιμελείας τύχωσι, τὸ τηνικαῦτα ἐροῦσι πάντα τὰ ὀστᾶ μου « Κύριε, Κύριε, τίς ὅμοιός σοι; » Ἐπιμελεὶας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς, πάντως ἐρεῖ τό· « Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.» Ὁμοίως δὲ καὶ ἡ· ὀπτικὴ λέξει τό· «Κατενόησατὰ ἔργα σου, καὶ ἐξέστην.» Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· « Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου·» ἐρεῖ δὲ καὶ ἡ λογική· «Διελογισάμην ἡμέρας ἀρχαίας.» Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.

Τουτέστιτοῖς βουλομένοις οὐδὲν δύσκολον ἔχοι, καθάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ αὐτῆς.

Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται· εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φυτεύεται δένδρον ζωῆς· τὸ δὲ δένδρον ζωῆς, ἡ τοῦ Θεοῦ σοφία ἐστί· δικαίως δὲ ἅψασθαι κεκώλυται τούτου τοῦ ξύλου πᾶς παράνομος.

Ὁ Θεὸς τῇ μὲν σοφίᾳ καὶ τὴν γῆν ἐθεμελίωσε· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐῤῥάγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐῤῥύησαν δρόσους· ἣν οὖν ἐνταῦθα γῆν εἶπε, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασε· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους, ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ· καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους. ὀνομάζει βάθος· τὰ δεδροσωμένα νέφη, μῆκος καλεῖ· ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώματι κατὰ ἀναλογίαν τῆς καταστάσεως· ἁρμόζει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίον καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος, ἥτις ἐστὶ σοφία, σοφή· θεμελιοῦντος αὐτὴν ἐπʼ αὐτῇ τοῦ Θεοῦ· ἑδράζει γὰρ αὐτὴν τὴν συναγωγὴν τῆς διδασκαλίας, καὶ πῆξιν ἀπὸ σοφίας ποιούμενος· καὶ ἀεὶ προκοπτούσης, οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον, λαβοῦσάν τε αἴσθησιν [*](18 v. 19. 19 v. 1. 20 v. 8. 21 v. 15. 22 v. 18. 23 v. 19.)

169
τοῦ βντος, καὶ κατανοοῦσαν τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἱονεὶ τὸ πολύμυθον τῶν τοῦ Θεοῦ κριμάτων.