Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται.

Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξενος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσδεής· προῦπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.

Χριστοῦ γὰρ μὴ ῥυομένου, ὡς ἀγαθὴν ὁδεύσομεν τὴν κακήν· ἅγιοι μὲν γὰρ πάντα λέγουσι πιστά· τὰ δὲ οὔ· ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον· ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, ὡς ἐν Εὐαγγελίοις· εἴ γε ἄνθρωπος πονηρὸς ἔσπειρε τὰ ζιζάνια· μεγῖστη δὲ ὡς ἔοικεν ἐπιβουλὴ, τὸ περιτυχεῖν βουλῇ κακῇ, καὶ ἀνδράσι δολίοις καὶ ὑπούλοις καὶ πονηροῖς.

Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἤ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· « Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· » ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθʼ ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος.

Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, διὰ τῶν ἔργων τῆς μελλούσης ἀειζώου ζωῆς, οὗτοι καταλαμβάνουσι [*](10 v. 27. 11 v. 32. 12 v. 33. 12 v. 1 14 v. 3 15 v. 12. 16 v. 17. 17 v. 19.)

168
τρίβους εὐθείας τῆς ἀταράχου καὶ ἀδιαστάτου ζωῆς· οὐ καταλαμβάνονται ὑπὸ τῶν οἰκτειρμῶν αὐτοῦ εἰς τὰς τρίβους τῆς εὐθείας ἀειζωῒας. — Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ Κύριος, καὶ οὐ μὴ συγκαταλάβηται αὐτοὺς ἡ τοῦ πονηροῦ βουλὴ· οὐ καταλαμβάνουσι δὲ τρίβους εὐθείας ζωῆς· οὐδὲ μὴ ἀντιστρέψουσιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἱ τῷ διαβόλῳ πεποιθότες.