Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἀνδρες αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τα αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι.

Ὁντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὐτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σποῦ· δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος.

Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητὴς ὁ Κύριος ἐν τῇ βασιλείᾳ· τοῖς δὲ παρανομήσασιν, ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει.

Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρὸς, παρίστησι τὸ, Ἐὰν γὰρ καὶ νοήσῃ οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς, οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ· τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ. καὶ οὐ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα.