Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

βἰ τὸ κατασπαταλᾶν, ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ οὐκ ὀλίγα ἐφʼ ἑαυτῷ ὀδυνηθήσεται.

Υβριστὰς ταπεινοῖ Κύριος, ταπεινοῖς δὲ δίδωσι δόξαν.—βριν τὴν κακίαν φησίν· ὕβριν δὲ καὶ ταπείνωσιν ἀπωλείας προξενεῖ ἡ κακία τοῖς πράττουσιν αὐτὴν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὺς δὲ ταπεινόφρονας [*](ssICor. XIo, 4. ⁵⁶ ν. 4. e. . s.ss P.al. n, 8, ⁵ ν. I. ?⁶ ν, 11. ¹ e (t. ? Prov. αXα, I9. τ e. 19. ⁴ ν. 2I. ν. 23.)

249
ἡ δόξα, ἥν ἐδόξαζον τὸν Θεὸν ἐν ὕμνοις κπὶ τηρήσει τῶν ἐντολῶν αὐτοῦ, δοξάσει αὐτούς· δόξα γὰρ Θεοῦ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· καθὼς αὐτός φησινὸ Κύριος ἀλλʼ ῆ, Τοὸς δοξάίοντάςμε δοξάσω ἡ δὲ κακία ὕβριν λογικῆς ψυχῆς προξενεῖ.

Κλέπτην οὐκ ἄλλον τινὰ, εἰ μὴ τὸν διάβολον λέγει ὁ δὲ μεριζόμενος, ἤγουν μέρος μὲν τῶν τοῦ Θεοῦ προσταγμάτων τηρῶν, μέρος δὲ τοῦ πονηροῦ ποιῶν, οὗτος μισεῖ τὴν ἑαυτοῦ ψυχήν· μικρὸν γὰρ ὅσον καὶ τέλειον αὐτὸν κλέψας ὁ διάβολος, θύσει ἑαυτῷ. Ὁ κλέπτης γὰρ, σησὶν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέόῃ καὶ θύσῃ, καὶ ἀπελέσῃ. — Ὅρκον εἶπε τὸν νόμον ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν· καὶ ὸν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπʼ αὐτῆς. Ἐὰν οὖν, φησὶ, τόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται πρὸς ἀπώλειαν· οὕτω φησὶ καὶ ὁ Δαυῖδ· Ἐλαα· Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σύ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί· Λέγε σύ πρῶτος τὰς dμαρτίας σου, έκα δικαιωθῇς· καὶ πάλιν ὁ Σολομῶν φησιν· Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ ἀγαπηθήσεται.

Ὅσοι κατορθοῦμεν τὰς ἐντολὰς, θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν (28), ἀπʼ ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ὁ rψιστος ἔθνη , καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ · ἐν δὲ τῷ θεραπεύειν ἡμᾶς τοὺς ἡγουμένους ἡμῶν ἀγγέλους, ἐν τῷ θελήματι τοῦ Κυρίου, ἐν τῇ κρίσει δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῆ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσυνῃ εἴ γε πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκε τῷ Υἱῷ.