Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἄνδρα ἐνταῦθα φονέα τὸν διάβολόν φησιν· ὁ δὲ ἐγγυώμενος τὴν ἀδικίαν, ἐγγυᾶται τὸν Σατανᾶν. ὑπισχνούμενος αὐτῷ ἐκεῖνος, τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. —. Ἔθνος παράνομον, τὰ δόγματs τῶν δαιμόνων ἐστὶν, οἶς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ [*](¹ « 4. s⁶ ν. s ⁴ ν. s. ⁵ Cal. m, 8. V e, 1I5. Jac. ν, 16. Psal. ααX, 5. ⁵⁴ ν. 16.)

245
ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου.

Ὁ καθαίρων ἑαυτὸν ἐκ τῶν παθῶν, καὶ ἐργαζόμενος τὰς ἐντολὰς τοῦ Θεοῦ, τοῦ ψυχοτρόφου ἄρτου σοφίας καὶ γνώσεως Θεοῦ ἐμπλησθήσεται· ὁ δὲ διώκων σχολὴν τοῦ μὴ ποιεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, πλησθήσεται πενίας.

Οἱ νῦν ἐλεήμονες, ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ γενόμενοι ἄγγελοι, ἄρξουσι τῶν βασκάνων καὶ πλουσίων ἀσεβῶν· τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν Κύριος, τὸ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, πλήρης γνώσεως πνευματικῆς, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνἀγουσα· τὸ δὲ κρίνειν ἐνταῦθα, τὸ διδάσκειν σημαίνει· ὡς καὶ τὸ, tνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς, ἀντὶ τοῦ, δίδασκε· ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ μᾶλλον ποιήσει τὸν βάσκανον.

Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει· οὕτω καὶ Ματθαῖον τοῦ τσλωνείου ἀπολέσας ὁ Κύριος, δικαιοσύνην αὐτῷ ἐχαρίσατο· πληθύνονται γὰρ οἱ δίκαιοι, ὅταν οἱ ἀσεβεῖς καταλείψωσι τὴν ἀσέβειαν, καὶ σὺν τοῖς δικαίοις γενήσονται δίκαιοι· στένουσι δὲ καὶ οἱ δίκαιοι καὶ ὀδυνῶνται, ὁρῶντες τοὺς ἀσεβεῖς ἐν τόπῳ τῆς ἀσεβείας ἱσταμένους, καὶ μὴ μετανοοῦντας.

Κυρίου ἐλέγχων, ἢ ὁ ἐν σκληρᾷ καρδίᾳ παραινῶν καὶ ὑπισχνούμενος συναπολαῦσαι αὐτῷ τῶν ἐν κακίᾳ· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ ἐν τῇ ὀρέξει τῶν παθῶν, ὁ ἐπὶ πάντας θάνατος, ἐπελθὼν ἐπὶ τοὺς κατʼ αὐτῶν συμπράκτορας, οὐκ ἔστιν ἴασις τῇ ψυχῇ αὐτῶν· οὐκ ἶπεν δὲ, ὅτι παυσαμένης τῆς φλογὸς σὐκ ἔσται ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοττος δηλονότι τὰ τῶν παθῶν ὑπεκκαύματα, ξύλα, χόρτον, καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγίεια προσγίνεσθαι.

Ἐγκωμιαζομένων τῶν δικαίων ὑπὸ τοῦ Κυρίου ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, οἱ τῆς αὐτῶν μερίδος λαοὶ εὐφρανθήσονται· ὅσοι δέ εἰσιν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, οὗτοι πάντως τότε στένουσιν.

Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπʼ αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἷ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἔριφους [*](sree, I9 ¹ ν. s2. ⁵ Luc. XXa, 30. Prov. καXI, 9. e, e7. ⁵ ν, 1. ν, s. ⁶ . 3.)

248
ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰδὲ πρόβατα ἐκ δοξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογισμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σἶτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον· 8 Ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.