Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχοὺς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἐν ἀσεβείαις συμπράττειν, συκοφαντεῖ αὐτοὺς πρὸς τὸν Θεὸν, τουτέστιν ἀντιδιαβάλλει, ὅπως συναπολεσθῶσιν αὐτῷ.

Ὁ λαῦρος ὑετὸς οὐ μόνον τοὺς καρποὺς ἀπόλλυσιν, ἀλλὰ καὶ τὸ πρόσωπον τῆς γῆς, τὸ τοὺς καρποὺς διδοῦν, ἐξεδαφίζει· ἔστι δὲ καὶ ὑετὸς εἰρηνικὸς, ποιῶν [*](39 v. 9. 40 v. 10. 41 Jer. 11, 13. 42 v. 15. 43 v, 18. ⁴⁴ v. 22. 45, 27, 46 v, 3.)

244
εὐθαλὲς τὸ πρόσωπον τῆς γῆς, καὶ τρέφων καὶ ζωογονῶν τοὺς ἐν αὐτῇ καρπούς· καὶ ὁ μὲν λαῦρος, διὰ τὴν ἀπώλειαν τῶν καρπῶν ἀποκτείνει τοὺς ἀνθρώπους, ὁ δὲ εἰρηνικὸς, διὰ τῶν καρπῶν ζωογονεῖ.

Ἐστι καὶ νόμος παράνομος, καὶ νόμος δίκαιος· καὶ ὁ μὲν παράνομος τοὺς αὐτῷ πειθομένους ἀπολεῖ· ὁ δὲ δίκαιος οὐ μόνον μακρότητα ἡμερῶν δωρεῖται, ἀλλὰ καὶ βασιλείας οὐρανῶν πρόξενος γίνεται τοῖς αὐτῷ ὑπείκουσιν, ὅτι τοῦ Θεοῦ ἐστι· πᾶς δὲ ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ τὸν νόμον αὐτοῦ, καὶ ποιεῖ τὰ τοῦ νόμου· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον, ἀπάθειαν κτᾶται καὶ γνῶσιν Θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ Θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λοφικήν.

Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτὸν, δῆλον ὡς κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοὶ, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς ἀρετὴν ἐπανάγοντες.

Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχὴν, Ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον Θεὸς, τοῦ ἐκκλίνοντος τὸ οὖς αὐτοῦ, καὶ μὴ εἰσακούειν ποιοῦντος τοῦ νόμου καὶ ὁ Παῦλός φησι· Προειδοῦσα δὲ ἡ ῥαφὴ τὰ μέλλον, ἀντὶ τοῦ, Ὁ τὴνΤραφὴν δεδωκώς προῇδειτὸ μέλλον.

Ὁ τὰ ἐνσπειρόμενα ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τοῦ πονηροῦ κακὰ, μὴ ἐξαγγέλλων αὐτὰ Κυρίῳ τῷ Θεῷ ἢ θεοφιλεῖ ἀνθρώπῳ (24), οὐκ εὐοδωθήσεται ἐν τῇ κατὰ τοῦ πονηροῦ νίκῃ· ὁ δὲ Pξαγγέλλων ἀγαπηθήσεται ὑπὸ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ Ἰάκωβός φησιν· Ἀλλήλοις ἐξαγγέλλετε τὰ παραπτώματα ὑμῶν, ὅπως Ἰαθῆτε· καὶ ὁ αλμῳδὸς αἶπεν· Ἐξαγτρεύσω κατʼ ἐμοῦτὴν άνομίανμου Κυρίῳ, καὶσὐ ἀφῆκας τὴν ἀσέβοαντῆς καρδίας μου.

Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως, εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπʼ αὐτοῦ· συκοφαντοῦνται δὲ τῷ Θεῷ οἴ τῷ πονηρῷ πειθαρχοῦντες· ὅτι οὐ τῷ Θεῷ, ἀλλὰ τῷ ἐχθρῷ αὐτοῦ τῷ διαβόλῳ ὑπόκεινται· ἐπεὶ δὲ ὁ Θεὸς μισεῖ τὸν διάβολον διὰ τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, αὐτὸσ πάλιν διὰ τῶν ἔργων αὐτοῦ συκοφαντεῖ τοὺς ἀνθρώπους πρὸς τὸν Θεόν· ὁ δὲ μισῶν ἀδικῆσαι τὴν ψυχὴν αὐτοῦ, τὸν μακρὸν τοῦ ἀπεράντου αἰῶνος χρόνον βιώσεται.