Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στἱχ. δ΄. Διἀ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς.

Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σωτὴρ, μὴ φρονεῖν ἐφʼ ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις· μᾶλλον δὲ αἱ κατʼ ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθάσαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. Δράμωμεν τοίνυν κατʼ αὐτοὺς, οὐ σφαλλομένων τῶν διαβημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. Ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν· Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ τὸ, Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἄν ἐπλάτυνας τὴν καρδίαν μου.