Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στἱχ. α᾿. Στηλραία τῷ Δαβίδ.

Τοῦ Δαβὶδ ἐπέγραψαν οἱ λοιποί· στηλογραφίαν δὲ ὁμοίως ἐξέδωκαν, τῷ περιέχειν προφητείαν αἰωνίου μνήμης ἀξίαν. Ὥσπερ γὰρ οἱ μέγιστοι τῶν ἀγωνιζομένων ἐν σταδίοις ἀθληταὶ στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατωρθωμένων εἰς τὴν μετὰ ταῦτα μνήμην ἵσταται τρόπαια· οὕτω τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, Γραφαῖς ἄνωθεν ἐστηλιτεύθη προφητικαῖς. Διὸ καὶ Πέτρος, τῶν ἐν αὐτῷ μνημονεύσας, ἐπήγαγεν· « Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ· προῖδὼν δὲ ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὕτε ἐγκατελείφθη εἰς ᾄδην, οὕτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. »