Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
(13) Στίχ. β´. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ;
Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατανᾶς. Ὅταν δὲ ἐπερωτῶν ἵδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν.
(14) Στ. θ´. Χρόνου δὲ προβεβηκότος, εἷπεν αὐτῷ ὁ γυνὴ αὐτοῦ.
Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετʼ ὀλίγα· Μὴ τοίνυν τοῦτο ἵδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβουλεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ.
(15) Στ. θ´ Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύτην ἕλαβες! Εἴθε μετὰ τῶν παίδων κατέχωσας! Τινὲς δέ φασιν οὐδέ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλʼ αὐτὸν [*]((13) Ex eodem cod. Nan., ubi inscribitur, Ὀλυμ. πιοδώρου, Ὠριγένους.) [*]((14) Ex cod. Ven. XXI. Confer et Olympiodor.) [*]((15) Ex cod. Venct. 538)
Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν.
Στ. θ´. Ἀλλ᾿ εἶπόν ῥῆμα (16) εἰς Κόριον, καὶ τελεύτα.
Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐτῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν. Τί λέγεις, γύναι; Δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παραινεῖς; Εἰ γὰρ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον (17) τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὤσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο.
(18) Στ. ι´. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χερός Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ὁ γὰρ μακάριος οὗτος, πανταχόθεν βαλλόμενος, ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου. Ἀλλʼ ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη. Ἀλλ᾿ ὤσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὕτε γαλήνης οὕσης ῥᾳθυμότερος ἐγίνετο. Ἀλλʼ ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος ἑαυτὸν (19) ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὕτε, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε, ὅλης σχεδὸν τῆς οἰκείας (20) ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης, διεταράχθη, καὶ τὴν ἀνδρίαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελής· καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε· καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος [*](53—54 Hebr. x, 37.) [*]((16) Cod. Ὠριγ. εἰς τό Ἀλλ᾿ εἰπόν τι ῥῆμα.) [*]((17) Forte ἀρώμενον.) [*]((18) Ex cod. Nan. ubi titulus Χρυσοστόμου, Ὠ- tariis in Jobum consule sis nostræ Bibl. tom. VIIi, p. 243, et proleg. bdem.) [*]((19) Αὐτόν.) [*]((20) Οἰκίας.)
(24) Φιλικὴ μὲν ἡ παρουσία σου, φιλικὴ δὲ ἡ παραίνεσις. Ἐλιφάζ· Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισ μός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμὸς. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν.