Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(9) Στίχ. ι´. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύεται, [*](48 * II Paral. XIII, 19, 20. 49 III Reg. XIX, 7. 50 Exod. XVI, 12.) [*]((4) Vide III Reg. XVI, 23 et 18.) [*]((5) Ms. in margine ογ´.) [*]((6) Hæc forte Theodoreti sint.) [*]((7) Forte σύμβολοι.) [*]((8) Forte τῷ. Et Paulo autc, τοῦ Θεοῦ.) [*]((9) Ex cod. Ven. 538.)

60
ται ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὗν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερονμ λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα περιπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύσθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάντα οὖν ἐφʼ ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέφραξας.

Στ. ιη´. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἅγγελος (10) λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελρῷ αὐτῶν τῷ πρεσβυτέρῳ,

Στ. ιθ´. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆ οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

(11) Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὅνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑ ρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατʼ αὐτῶν. Ἀλλʼ ὅτε (12) εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γωνιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία.