Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν, ὃς ἐπεγέγραπτο· « Προσευχὴ τοῦ Μωῦσῆ ἀνθρώπου τοῦ Θεοῦ· » τὸ ὕστερον δὲ ἀνακινούμενος περί τινων λογίων Θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ, καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν, ἀκήκοα, ὅτι διʼ ὅλης τῆς βίβλου (19) τῶν Ψαλμῶν ἀπὸ τῶν α΄ καὶ β΄, οἱ παρʼ Ἑβραίοις ἀνεπίγραφοι, ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ τὸ ὄνομα τοῦ γράψαντος, ἐκείνου εἰσὶν οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ. Καὶ περὶ τούτων λέγων, πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωῦσέως· ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸς---τὴν ἀνέφερον ἐπʼ αὐτὸν, ὅτι εἰσὶν ἕνδεκα· εἶτα πυθόμενος τοῦ παρʼ αὐτοῖς δοκοῦντος σοφοῦ, ἐμάνθανον, ὅτε αἶεν ἕνδεκα, ὧν τοῦ μὲν πθ΄ ἡ ἀρχή· « Κύριε , καταφυγὴ ἡμῖν ἐγενήθης ἐν γενεᾷ καὶ γετεᾷ· » καὶ τοῦ ἐξῆς παρʼ ἡμῖν ἐνενηκοστοῦ φερομένου, ἡ ἀρχὴ ἦν· « Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· » ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. Ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφὴν, οὐ μετʼ ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν· λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπιγεγραμμένον, «Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου, » ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή· « Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· » ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχὴ, « Ὁ Κύριος ἐβασίλευσεν , εὐπρέπειαν ἐνεδύσατο· » ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως· ὁμοίως δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· « Θεὸς ἐκδικήσεων Κύριος, » καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· [*](21 Psal. 1, 1. 22 Psal. XLI, 2. 23 PsaI. LXXII, 1. 24 Psal. LXXXIX, 1. 25 Psal. CVI, 1. 26 Psal. LXXXIX, 1. 27 Psal. XC, 1. 28 Psal. XCI, 1. 29 ibid., 2. 30 Psal. XCII, 1.) [*](sorum auctorum nominibus sub diversis superscrip- tionibus habentur, antiquorum virorum is-ta traditio est, quod ex eo psalmo, cujus auctor in sperscriptione præponitur, qui deinceps sine aucto rum superscrptione succedunt, ejus esse existimandi sunt, qui anterioris psalmi auctor inscribitur, usque in eum psalmum, in quo nomen alterius auctoris præferatur: ut si psalmi alicujus superscriptio talis sit, psalmus David; cæteri qui sine titulo consequantur, David esse credantur, donec prophetæ alterius nomen in superscriptione ponatur; et ex eo usque in alterum prophetam, qui sine inscriptione medii sunt, qjus sint qui in anteioris psalmi superscriptione auctor cœptus sit anteferri. »)

1057
« Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, » καὶ τὸν Ϟε΄, οὗ ἡ ἀρχή· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ·» καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· « Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ·» καὶ ὁ Ϟζ΄, ὅς ἐπεγέγραπτο μόνον, «Ψαλμός·» τὸ γὰρ, « τῷ Δαυῒδ, ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὕτε ἐν τῷ Ἑβραϊκῷ ἦν οὕτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν· ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. » Καὶ ὁ Ϟ δὲ η΄ τοῦ αὐτοῦ ἐλέγετο εἶναι, οὗ ἡ ἀρχή· « Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· » καὶ ὁ ἐνενηκοστὸς ἔνατος, ὅς ἐπεγέγραπτο· « Ψαλμὸς εἰς ἐξομολόγησιν, οὗ ἡ ἀρχή· « Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. » Μετὰ δὲ τούτους τοὺς ια΄ ἐπεγέγραπτο καὶ ἐν τῷ Ἑβραϊκῷ καὶ παρὰ πᾶσιν, « τῷ Δαυῒδ ψαλμὸς, » καὶ ἦν ὁ ῤ σὐκέτι Μωϋσέως.

Τού των εἰρημένων (20) εἰς τοὺς ψαλμοὺς οἵ ἀπὸ Ἐβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφορὰν ὑπειδόμενος ὁ Ἰουδαῖος, ἔθηκεν αὐτὴν τὴν φαινομένην αὐτῷ λύσιν αὐτῆς. Ἐώρα γὰρ, ὅτι ἀντεῖπεν ἅν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ια΄ ψαλμῶν, τὸν Ϟη΄, Μωϋσέως, ἐκ τοῦ· « Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἅγιος Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον , καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. » Ὁ ἀντιλέγων εἷπεν ἂν, πῶς τὸ ὄνομα τοῦ Ζαμουὴλ, γενομένου πλείοσιν ὕστερον γενεαῖς, Μωϋσῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ. Ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουὴλ, ἀνδρὸς ἱεροῦ, καὶ συναριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· « Οὐδ᾿ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, » ὅτε ἐν ταῖς Βασιλείαις Ἰωσίας προεφητεύθη· « Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ Δαυΐδ· Ἰωσίας ὄνομα αὐτῷ. »

Πολλάκις ζητήσας (21) τὴν αἰτίαν τοῦ ἐπιγράφεσθαι μεταξὺ τῶν ψαλμῶν διάψαλμα, ὕστερον παρατηρήσας ἐν τῷ Ἑβραϊκῷ, καὶ συνεξετάζων αὐτῷ τὸ Ἑλληνικὸν, εὗρον, ὅτι ὅπου τὸ Ἑβραϊστὶ « σὲλ, » Ἑλληνιστὶ δὲ « ἀεὶ, » ἤ τι τούτῳ ἰσοδυναμοῦν, ἐκεῖ οἱ Ἑβδομήκονται, καὶ Θεοδοτίων, καὶ Σύμμαχος ἔταξαν τὸ « διάψαλμα. » Οὐ χεἴρον δὲ παραδείγματι τὸ λεγόμενον [*](31 Psal. XCIII, 1. 32 Psal. XCIV. 1. 33 Psal. XCV. 1. 34 Psal. XCVI, 1. 35 Psal. XCVII, 1. 36 Psal. XCVIII, 1. 37 Psal. XCIX, 1 et 2. 38 Psal. XCVIII, 5, 6, 7. 38 Jerem. XV, 1. 40 III Reg. XIII, 2.) [*]((20) Τοότων εἰρημένων, etc. Hilaius ibidem num. 4 : « Quod » torte aliquis per id intelligentiæ huic fidem detrahet, quod in his. psalmis qui eum psalmum, cni Moyses auctor prælatus est, subsequuntur, scriptum sit, id est in nonagesimo octavo, Moyses et Aaron in sacerdotes ejus, et Samuel inter eos invocantes nomen ejus, nnn posse a Moyse eum prophetatum videri, cum Samuel nomen, qui tanto postea quam Moyses, natus ed, exstet in psalmo: meminert nulli mirum ant dilicile videti oportere, ut tantus popheta tanti)

1060
βεβαιῶσαι· οἷον ἐν τῷ οδ΄ ψαλμῷ. οὗ ἡ ἀρχή· « Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· » μετὰ τὸ, « Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, » παρα τοῖς Ἑβδομήκοντα, καὶ Θεοδοτίωνι, καὶ Συμμάχῳ ἐστὶ « διάψαλμα. » Ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ· « Ἐγὼ ἐσταθμισάμην τοὺς στύλους αὐτῆς ἀεί· » ἐν δὲ τῇ ε΄· « Ἐγώ εἰμι ὅς ἡτοίμασα τοὺς στύλους αὐτῆς ἀεί· » ἐν δὲ τῇ Ϛ΄· « Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς διαπαντός. » Ἔκειτο δὲ ἐν τῷ Ἑβραῖκῷ μετὰ τὸ « Ἀμουδᾶ, » ὅ ἐστι, « στύλους αὐτῆς, » τὸ « σέλ. » Πάλιν τε αὗ ἐν τῷ οε΄, οὗ ἀρχὴ, « Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, » εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι, μετὰ τὸ, « ὅπλα, καὶ ῥομφαίαν, καὶ πόλεμον,» διάψαλμα· παρὰ δὲ Συμμάχῳ, μετὰ τὸ, « ἀσπίδα καὶ μάχαιραν καὶ πόλεμον, » ὁμοίως « διάψαλμα. » Ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ, μετὰ τὸ, « θυρεὸν καὶ πόλεμον καὶ μάχαιραν, » τὸ « ἀεί· » ἐν δὲ τῇ Ϛ΄, μετὰ τὸ, « ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, » τὸ, « εἰς τέλος. » Ἦν δὲ πάλιν ἐν τῷ Ἑβραῖκῷ μετὰ τὸ, « Οὐμάλαμα, » ὅ ἐστι, « καὶ πόλεμον, » τὸ « σέλ. » Καὶ ἔτι ἐν τῷ· αὐτῷ ψαλμῷ, μετὰ τὸ, « τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, » ὁ Σύμμαχος ὁμοίως « διάψαλμα. » Παρὰ δὲ τῷ Ἀκύλᾳ, μετὰ τὸ, « πάντας τοὺς πραεῖς τῆς γῆς, » τὸ « ἀεί· » οὕτω δὲ καὶ ἐν τῇ πέμπτῃ, μετὰ τὸ, « πάντας τοὺς πραεῖς τῆς γῆς, » τὸ « ἀεί· » ἐν δὲ τῇ ἕκτῃ μετὰ τὸ, « τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς, » τὸ « εἰς τέλος. » Καὶ ἐν τῷ Ἑβραῖκῷ μετὰ τὸ « ἀνίη, ἂρς, » ὅ ἐστι, « πραεῖς τῆς γῆς, » τὸ « σέλ, » καὶ οὕτως ἀδιάπτωτον εὑρόντες τὴν τοιαύτην παρατήρησιν, ταῦτα ἐσημειωσάμεθα. Πότερον δὲ μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ γινομένης ἐναλλαγῆς ἔγραψαν τὸ « διάψαλμα » οἱ ἑρμηνεύσαντες, ἢ ἄλλως κινηθέντες, καὶ σὺ ἐπιστήσῃς.

Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ « ὑπὲρ τῶν ληνῶν » τρεῖς ὄντες, ὅ τε ὄγδοος, καὶ ὁ ὀγδοηκοστὸς, καὶ ὁ ὀγδοηκοστὸς τρίτος, δοκοῦσί μοι τὸ ἄθροισμα τῆς Ἐκκλησίας καὶ τὸ πλῆθος τῶν ἐπὶ τὸ αὐτὸ συνόδων δηλοῦν· καὶ γὰρ ἐκ πολλῶν μίαν εὐχὴν καὶ μίαν ὑμνολογίαν ἀναπέμπεσθαι τῷ Θεῷ ἐν ταῖς Ἐκκλησίαις συμβαίνει· ὥσπερ ἐν ταῖς ληνοῖς ἐκ πολλῶν καὶ διαφόρων ἀμπέλων μία κρᾶσις ἀποτελεῖται οἴνου. Πάλαι μὲν οὖν ἐν ἐνὶ τόπῳ τῆς Ἰερουσαλὴμ μία τις ἦν ληνὸς, ἔνθα συνιόντες τὰς αὐτῶν εὐχὰς ἀνέπεμπον· ἧς μέμνηται καὶ Ἡσαΐας λέγων· « Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. » Δηλοῖ δὲ πύργος μὲν τὸν ναὸν (22), προλήνιον δὲ τὸ θυσιαστήριον. Ἀλλʼ ἐπεὶ καθελεῖν ἠπείλησε, καὶ καθεῖλεν ἐκεῖνα, πλείους ἀντὶ μιᾶς συνεστήσατο ληνοὺς, τὰ; καθʼ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας· διὸ εἴρηται ἐν [*](41 Psal. LXXIV, 2. 42 ibid., 4. 43 Psal. LXXV, 2. 44 ibid., 4. 45 ibid., 10. 46 Isai. v, 2. est ex epistola Hieronymi ad Mat cellam; quæ exstat tom. II, editionis Vallarsii, p. 707.) [*]((22) Ναόν. Grabius, λαόν.)

1061
τῷ ὀγδόῳ ψαλμῷ οὕτω· « Κύριε, ὁ Κύριος ἡμῶν (23), ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση τῇ γῇ!» Σαφῶς γὰρ παρέστησε τὰς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ληνοὺς τοῦ Θεοῦ. Καὶ ὁ ὀγδοηκοστὸς δὲ, καὶ αὐτὸς ἐπιλήνιος (24) ὢν, τοῖς ἔθνεσι πᾶσι παρακελεύεται τῷ Θεῷ τῶν προφητῶν ἀποδιδόναι τὸν ὕμνον· λέγει δὲ οὗν· « Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. » Εἶτα ἑξῆς ὑποκαταβὰς, τὴν ἀποβολὴν τοῦ προτέρου λαοῦ σημαίνει, λέγων· «Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. » Καὶ ὁ ὀγδοηκοστὸς τρίτος τὴν αὐτὴν ἔχων προγραφὴν, ὅτι οὐκ ἔστιν ἐν σκήνωμα, οὐδὲ ἐν θυσιαστήριον ἐν Ἰεροσολύμοις, ἀλλὰ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια παρίστησι. Διὸ καὶ ὡς πολλῶν οὐσῶν ληνῶν, τούτων αὐτῶν τῶν σκηνωμάτων καὶ τῶν θυσιαστηρίων, ὑπὲρ τῶν ληνῶν προγέγραπται· λέγει δὲ οὖν· « Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· » καὶ ἐπιφέρει· « Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· » καὶ πάλιν πληθυντικῶς ἐπιλέγει· « Ὑπερασπιστὰ ἡμῶν, ἴδε ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου· ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. » Ἔνθα τηρήσεις, ὡς καὶ ὀνομαστὶ Χριστοῦ μέμνηται. Τοὺς ἐπιγεγραμμένους « ὑπὲρ τῆς ὀγδόης » δύο ψαλμοὺς ἡγοῦμαι τὴν σωτήριον τῆς ἀναστάσεως ἡμέραν τοῦ Κυρίου αἰνίττεσθαι. Τὴν πρὸς θάνατον γοῦν ἁμαρτίαν ἐργασάμενος ὁ Δαυίδ, ἱκετεύει κατὰ τὸν ἕκιον, μὴ τοῦ θυμοῦ, μηδὲ τῆς ὀργῆς τοῦ Θεοῦ πειρασθῆναι, ἐλέους δὲ καὶ ἰάσεως τὴν ψυχὴν αὐτοῦ τυχεῖν· τοῦτο δὲ ἔσεσθαι θεσπίζει λέγων· « Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου· ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; » μονονουχὶ τὸν Κύριον αὐτὸν ἐκ θανάτου ῥύσασθαι αὐτοῦ τὴν ψυχὴν ἱκετεύων. Προϊὼν δὲ τῶν εὐχῶν τετυχηκέναι δηλοῖ διʼ ὧν φησιν· « Εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. » Τὴν γὰρ ἀναβίωσιν αὐτοῦ τὴν ἐκ τοῦ θανάτου μετὰ τῆς τοῦ Χριστοῦ ἀναστάσεως γενομένην διὰ τούτων ᾐνίξατο. Ὡσαύτως δὲ καὶ ὁ ἑνδέκατος « περὶ τῆς ὀγδόης » ἐπιγέγραπται, τοῦ Δαυῒδ τὴν ὁμοίαν ἱκεσίαν περιέχων φάσκοντος· « Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. » Εἶτα τὸ ἐξῆς οὐκ ἐπικεκαλυμμένως, ἀλλὰ τηλαυγῶς ἐπιφέρει λέγων· « Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ. » Διʼ ἢν ἀνάστασιν τοῦ Κύριου τῇ μετὰ τὸ Σάββατον ἡμέρᾳ, ἥτις ἦν ὀγδόη, γενομένην, εἰς τύπον καινῆς ζωῆς, τοιαύτης οἶμαι προγραφῆς τὸν ψαλμὸν ἠξιῶσθαι. Εἰσὶ μὲν πάντες οἱ ἐπιγεγραμμένοι « ὑπὲρ τῶν ἀλλοιωθησομένων » τὸν ἀριθμὸν τέσσαρες. Τούτων ὁ μὲν πε??ηκοστὸς ἔννατος δοκεῖ μοι τὴν τῶν ἐθνῶν [*](47 Psal. VIII. 2. 48 Psal. LXXV. 2. 49 ibid., 12. 15. 50 Ps. LXXXIII, 2, 3. 51 ibid. 4. 52 ibid. 10, 11. 53 Ps. VI, 5, 6. 53 ipid. 10. 54 Ps, XI, 2. 56 ibid. 6.) [*]((23) Ὁ Κύρος ἡμῶν. Montefalcoaius, ὁ Κύριός μου.) [*]((24) Grabius, ὑπολήνιος.)
1064
ἀλλοίωσιν ἣν πεπόνθασι μεταβάντες ἐκ τῆς δεισιδαίμονος πλάνης ἐπὶ τὴν εὐσέβειαν (25) τοῦ τῶν ὅλων Θεοῦ σημαίνειν. Δέγει δʼ οὖν· « Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου· ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. » Μετὰ γοῦν τῶν Ἰσραηλιτικῶν φυλῶν, καὶ τὸν Μωὰβ, καὶ τὴν Ἰδουμαίαν, καὶ τοὺς ἀλλοφύλους περεείληφεν. Ὁ δὲ ἑξηκοστὸς ὄγδοος ὁμοίως ἐπιγεγραμμένος μεταβολὴν ἔχει καὶ ἀλλοίωσιν τοῦ διʼ ἡμᾶς εἰς τὰ βάθη τῆς νοουμένης θαλάσσης κατεληλυθότος, καὶ τὰ περὶ τοῦ πάθους αὐτοῦ, ἃ καὶ δηλοῖ διὰ τοῦ· « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· » καὶ τὴν τῶν ἐπιβουλευσάντων ἐπὶ τὰ χείρω τροπήν· ἃ καὶ αὐτὸς παρίστησι λέγων· « Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον, » καὶ τὰ ἐξῆς. Καὶ ὁ τεσσαρακοστὸς τέταρτος, τῶν υἱῶν Κορὲ τυγχάνων, « ὑπὲρ τῶν ἀλλοιωθησομένων » ἐπιγεγραμμένος, « ὑπέρ τε τοῦ ἀγαπητοῦ, » ὁμοίως καὶ αὐτὸς τὴν περὶ τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἀλλοίωσιν ἔχει· ἐν αὐτῷ καὶ τὴν θεολογίαν αὐτοῦ περιλαβὼν, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρὸς αὐτὸν ἐπιστροφὴν δηλῶν διὰ τό· « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, » καὶ τὰ ἐξῆς. Ὁ δὲ ἑβδομηκοστὸς ἔνατός ἐστι μὲν τοῦ Ἀσὰφ. ὁμοίως δὲ ἐπιγεγραμμένος τοῦ προτέρου πάλιν λαοῦ τὴν ἐπὶ τὰ χείρω τροπὴν περιέχει λέγων· « Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, » καὶ τὰ ἐξῆς. Καὶ ἔοικεν, ἐπειδὴ τῶν ἀπὸ τῆς γῆς ἀνθέων καὶ κρίνων τὸ ὡραῖον καὶ εὐῶδες θᾶττον ἀλλοιοῦται, καὶ εἰς φθορὰν μεταβάλλεται, τούτου χάριν τὸ Ἑβραῖκὸν « Περὶ τῶν κρίνων, ἢ, Περὶ τῶν ἀνθέων» περιέχειν. Διόπερ « ἀντὶ τῶν ἀλλοιωθησομένων, » ὁ μὲν Ἀκύλας « ἐπὶ τοῖς κρίνοις, » ὁ δὲ Σύμμαχος « περὶ τῶν ἀνθέων » ἡρμήνευσεν. Οἱ ἐπιγεγραμμένοι « ὑπὲρ τῶν κρυφίων » κρύφιόν τινα καὶ λανθάνοντα πόλεμον, καὶ τὴν κατὰ τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν νίκην τοῦ Σωτῆρος ἡμῶν περιέχουσιν· ὁ γοῦν ἔνατός φησιν· « Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, » καὶ ἂ ἐξῆς τούτοις ἐπιφέρει, σημαίνει τὴν τῶν ἐθνῶν κλῆσιν· « Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. » Καὶ ὅτι ταῦτα λεληθότως κατὰ τὸν καιρὸν τοῦ πάθους συνετελέσθη, τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλοῖ· ἐπιγέγραπται γὰρ « ὑπὲρ τῶν κρυφίων τοῦ Υίοῦ· » ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος « ὑπὲρ τοῦ θανάτου τοῦ Υἱοῦ » πεποίηκεν· ὁ δὲ Ἀκύλας, « ὑπὲρ τῆς νεότητος· » οἷς συμφωνεῖ καὶ τὰ περὶ τῆς ἐκ θανάτου ἀναβιώσεως αὐτοῦ, διὰ τοῦ ψαλμοῦ σημαινόμενα κατὰ τό « ·Ϲ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. » Καὶ ὁ τεσσαρακοστὸς [*](57 Ps. LIX, 8, 9, 10. 58 Ps. LXVIII, 22. 59 ibid. 2. 60 Ps. XLIV, 1. ⁶1 ibid. 11. 62 Ps. LXXIX, 9. 63 Ps. IX. 4, 64 ibid. 12. 65 ibid. 15. 66 Ps. XLV, 7. 67 ibid. 11.) [*](usus est Montefalconius, aliquot folia quæ hic sup- plentur e schedis Ernesti Grabii cui integrior codex ms. obtigerat.)
1065
πέμπτος παραπλησίως περὶ τῶν κρυφίων εἰρημένος τὸν ἀόρατον καὶ νοητὸν πόλεμον παρίστησι λέγων· « Ἐταράχθησαν ἔθνη, ἔχλιναν βασιλεῖαι, » καὶ τὰ ἐξῆς. Εἶτα ὡς πάλαι καταπατοῦντας τῶν ἐθνῶν ἄρχοντας καθελὼν, ὑφʼ ἑαυτόν τε πεποιημένος τὰ ἔθνη ἐξῆς λέγει« Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. » Οἱ ἐπιγεγραμμένοι « εἰς στηλογραφίαν » λόγους περιέχουσι μετριότητος καὶ ταπεινοφροσύνης. Διόπερ ὁ μὲν Ἀκύλας, ἀντὶ τοῦ, στη λογραφίαν, « ταπεινοῦ τελείου » ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, « ταπεινόφρονος καὶ ἀμώμου.» Εἴτε γὰρ ὁ Δαυῒδ βασιλεὺς ὣν καὶ ἄρχων παντὸς Ἰσραὴλ, μέτρια καὶ ταπεινὰ φρονῶν τοιαύτας προήκατο φωνὰς, εἴτε καὶ ὁ Χριστὸς τοῦ Θεοῦ τοιαῦτα ἐθέσπιζε ταπεινοφρονῶν ὡσπεροῦν διδάσκει διὰ τοῦ· « Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· » στήλης ἄξιοι εἶεν ἂν οἱ λόγοι, καὶ τῆς εἰς τὸν σύμπαντα αἰῶνα μνήμης· ὅπερ διὰ τῆς « στηλογραφίας » παρίσταται. Νοήσεις δὲ τὸ εἰρημένον ἀπὸ τοῦ πεντηκοστοῦ πέμπτου, ὃς ἐπιγέγραπται « στηλογραφίας, » ἢ « ταπεινοῦ τελείου, » ἢ « ταπεινόφρονος καὶ ἀμώμου,» ἐν ᾧ εἴρηται· « Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος ὅλην τὴν ἡμέραν, » καὶ τὰ ἐξῆς. Καὶ ὁ πεντηκοστὸς ἕκτος, τὴν ἴσην ἔχων ἐπιγραφὴν, πάλιν τῶν καταπατούντων αὐτὸν μέμνηται λέγων· « Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· » καὶ τοὺς λοιποὺς δὲ τῶν οὕτως ἐπιγεγ ραμμένων διελθὼν, τῆς ἴσης ἐχομένους εὑρήσεις διανοίας. Οἱ ἐπιγεγραμμένοι «εἰς ἀνάμνησιν τοῦ Δαυῒδ » ὑπομιμνήσκειν αὐτὸν ἐοίκασιν ἐπὶ τῆς τοῦ Οὐρίου ἁμαρτίας. Ὁ δὲ τριακοστὸς ἕβδομος, οὕτως ἐπιγεγραμμένος, ἐπιλέγει· Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου,» καὶ τὰ ἐξῆς· καὶ διʼ ὅλου δὲ τοῦ ψαλμοῦ τὴν ἐπὶ τῇ πραχθείσῃ ἁμαρτίᾳ κατάστασιν σημαίνει. Ὡσαύτως δὲ καὶ ὁ ἑξηκοστὸς πέμπτος, « εἰς ἀνάμνησιν» ἐπιγεγραμμένος, ἱκετεύει τοῦ Θεοῦ τυχεῖν βοηθοῦ. Οἱ ἐπιγεγραμμένοι «προσευχῆ,» μήποτε οὐκ εἰσὶ ψαλμοὶ, οὐδὲ ᾠδαὶ, οὐδὲ ὕμνοι, ἀλλʼ αὐτὸ τοῦτο ψιλαὶ προσευχαὶ τῇ τῶν εὐξαμένων ἁρμόττουσαι διαθέσει, τῇ τε περὶ αὐτοὺς καταστάσει καὶ πᾶσι τοῖς ἐν ἴσῃ διαθέσει τοῖς εἰρημένοις τυγχάνουσιν. Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ, « Μὴ διαφθείρῃς, τοῦ Δαυῒδ,» ἐφεξῆς εἰσι τρεῖς· ὦν ὁ πεντηκοστὸς ἕκτος εἴρηται ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Καὶ μήποτε ἐπειδήπερ, ἐν τῷ σπηλαίῳ κρυπταζομένου τοῦ Δαυῒδ, ἐπεισῆλθε Σαοὺλ ἀγνοῶν ἔνδον αὐτοῦ ὄντος, καὶ τῶν ἑταίρων τοῦ Δαυῒδ βουλομένων ἀνελεῖν αὐτὸν, εἶπεν ὁ Δαυῒδ πρὸς τὸν Ἀβισὰθ, « Μὴ διαφθείρῃς » αὐτόν· δῆλον δʼ ὅτι τὸν Σαούλ.· τούτου χάριν ὡς ἀποδεξαμένου τοῦ Θεοῦ τὴν φωνὴν, ἀκρότητα ἀνεξικακίας περιέχουσαν, ἐν μνήμῃ τῶν οὕτως ἐπιγεγραμμένων ψαλμῶν παρελήφθη. Ὁ δὲ πεντηκοστὸς ὄγδοος περιέχων τὸ, « Μὴ διαφθείρῃς. ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν, » ἔοικε πρόσταγμα περιέχειν τοῦ Θεοῦ τοῦ μὴ συγχωροῦντος τοῖς ἀπεσταλμένοις ὑπὲρ τοῦ διαφθεῖραι τὸν Δαυῒδ ὑπὸ τοῦ Σαούλ. Τάχα δ᾿ ἂν τὴν αὐτὴν ἔχει διάνοιαν καὶ ὁ ἑβδομηκοστὸς τέταρτος [*](68 Matth. XI, 29. 69 Ps. LV, 2. 70 Ps. LVI, 4. 71Ps. XXXVII, 4. 72 Ps. LVIII, 1. 73 Ps. XCI, 3. 74 ibid. 14.)
1068
τὸν ὅμοιον τρόπον « τῷ Ἀσὰφ » ἐπιγεγραμμένος. Ὁ ἐπιγεγραμμένος, «τοῦ Σαββάτου, » ἐνενηκοστὸς πρῶτος προτροπὴν ἔχει σπουδαίως ἀπαντᾄν εἰς τὰς συνάξεις τῆς μελέτης τῶν θείων μαθημάτων, καὶ μετὰ ταῦτα δοξολογίαν. Λέγει δʼ οὖν· « Τοῦ ἀνα γέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Καὶ πάλιν· « Πεφυτευμένοι ἐν τῷ οἵκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν, Ὁ ἐνενηκοστὸς ἔννατος ἐπιγεγραμμένος « εἰς ἐξομολόγησιν » διδάσκει φάσκων· « Αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· » τὴν δύναμιν τῆς ἐξομολογήσεω παριστᾷ , ὅτι μηδὲν ἡμεῖς ἀφʼ ἑαυτῶν κεκτήμεθα. ἀλλʼ ὅ τι ποτέ ἐστι περὶ ἡμᾶς ἀγαθὸν, τοῦτο αὐτὸς ἐποίησεν. Ὁ τριακοστὸς τρίτος ψαλμὸς ἐπιγεγραμμένος, « τῷ Δαυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπο αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, » ἔοικε τὸν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν Ἀχιμέλεχ ὠνομασμένον Ἀβιμέλεχ ἀποκαλεῖν· τῶν στοιχείων παρʼ Ἑβραίοις, λέγω δὲ τοῦ χὰφ καὶ τοῦ βὴθ, πολλὴν ὁμοιότητα σωζόντων, ὡς κατὰ μηδὲν ἀλλήλων διαλλάττειν, ἢ βραχείᾳ κεραίᾳ μόνῃ. Ἕχει δʼ οὖν ἡ ἱστορία οὕτως· « Καὶ ἔρχεται Δαυῒδ εἰς Νομμᾶν πρὸς Ἀχιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί ὅτι σὺ μόνος, καὶ οὐδεὶς μετὰ σοῦ; Καὶ εἶπεν αὐτῷ Δαυῒδ· Ὁ βασιλεὺς ἐντέταλταί μοι σήμερον ῥῆμα, καὶ εἶπέ μοι· Μὴ γνώτω μηδεὶς τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ περὶ οὗ ἐγὼ ἐντέταλμαί σοι. Καὶ τοῖς παιδαρίοις μεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φιλμωνὶ Ἀλμωνί. Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. Καὶ ἀπεκρίθη ὁ ἀρχιερεὺς, καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ἀλλʼ ἢ ἄρτοι ἅγιοι· εἰ ἐστὶ τὰ παιδάρια πεφυλαγμένα ἀπὸ γυναικὸς, καὶ φάγεται. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἀρχιερεῖ, καὶ εἶπεν αὐτῷ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα χθὲς καὶ τρίτην ἡμέραν. Ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν, γέγονς πάντα παιδάρια ἡγνισμένα. Καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι σήμερον ἀγιασθήσεται διὰ τὰ σκεύη. Καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἄρτος ἐκεῖ, ἀλλʼ ἢ οἱ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν. ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. » Ταῦτα μὲν ἡ ἱστορία· ἀντὶ δὲ τοῦ, «ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις Φιλμωνὶ Ἀλμωνί, » Ἀκύλας φησί· « Πρὸς τὸν τόπον τόνδε τινὰ τοῦδέτινος·» ἢ « τόνδε τινὰ ἀδέσποτον· » ὁ δὲ Σύμμαχος· « Εἰς τὸν δεῖνα τόπον. » Ἔοικεν οὖν ἡ τοῦ ψαλμοῦ προγραφὴ τὴν ἀλλοίωσιν τοῦ λόγου Δαυῒδ τὴν πρὸς τὸν ἱερέα σημαίνειν διὰ τοῦ φάναι· « Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· » ἢ τὴν ἀλλοίωσιν τοῦ προσώπου· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· « Ὁπότε μετεμόρφωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· » ὁ δὲ Ἀκύλας· « Ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ.» Διὸ καὶ προῖὼν ἐν τῷ ψαλμῷ τὴν ἱερὰν, ὡς ἔοικε, τροφὴν αἰνιττόμενός φησι Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Μήποτε οὖν αὐτοῦ γεύσασθαι τοῦ Χριστοῦ παραινῶν [*](75 Ps. XCIX, 5. 76 Ps. XXXIII, 1. 77 I Reg. XXI, 1 et seqq. 78 Ps. XXXIII, 1. 79 ibid. 9. 80 Reg. XXI, 15.)
1069
τὸ σῶμα αὐτοῦ διὰ τούτων ᾐνίττετο, ᾧ καὶ τοῦ νόμου ἦν σύμβολον· τοῦ τῆς εὐχαριστίας Χριστοῦ σώματος τοὺς τῆς προθέσεως ἄρτους παρειληφότος. Ἔστι καὶ ἑτέρα ἀλλοίωσις τοῦ Δαυῒδ, καθʼ ἣν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ πρὸς Ἀγχοῦς βασιλέα Γὲθ τὸν ἀλλόφυλον, μανίαν ὑποκρινόμενος· ἀλλʼ οὐκ ἔοικεν ὁ ψαλμὸς ταύτην ἐπὶ τοῦ παρόντος προσαλλοίωσιν σημαίνειν. Οἱ δὲ μηδʼ ἕτερα ἐπιγεγραμμένοι τῶν ψαλμῶν, λέγω δὲ, μήτε ᾠδὴ, μήτε ὕμνος. μήτε ψαλμὸς, μήτε μελῴδημα, μήτε αἴνεσις, μήτε προσευχὴ, μήτε τι τῶν τοιούτων, ὠφελίμους τινὰς ἐοίκασι διδασκαλίας περιέχειν, καὶ λόγους παραινετικοὺς καὶ προτρεπτικοὺς εἰς εὐσεβείας ἀνάληψιν· οἷός ἐστιν ὁ δέκατος, ἐν ᾧ εἴρηται· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου,» καὶ τὰ ἑξῆε· καὶ ὁ δέκατος τρίτος καθʼ ὅμοια λέγων· « Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ. » Καὶ οἱ λοιποὶ δὲ παραπλησίως λόγους τινὰς διδασκαλικοὺς καὶ πλήρεις ὡφελείας ἐπάγονται· οὐ μὴν ἐν ψαλμοῖς καὶ ὕμνοις ἢ ἐν ᾠδαῖς κατελέγησαν, τῷ μὴ σώζειν τὸν ὅμοιον τοῖς εἰρημένοις τρόπον· εἰ μὴ ἄρα ἐγράφησαν καὶ αὐτοὶ ὥστε λεχθῆναι διὰ ψαλτηρίου ἢ διʼ ᾠδῆς, ἢ ὥς τις τῶν εἰρημένων· οὐ συνέβη δὲ καὶ λεχθῆναι αὐτοὺς, ὥστε ἔχειν ὁμοίαν μὲν ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ᾠδαῖς, καὶ ταῖς προσευχαῖς δύναμιν, μὴ ἐπιγεγράφθαι δὲ διὰ τὸ μὴ λεχθῆναι αὐτήν. Ἢ μήποτέ τινες μὲν διὰ τὴν προτέραν αἰτίαν, τινὲς δὲ τῆς δευτέρας ἔνεκεν οὐκ ἠξιώθησαν προγραφῆς. Ὁ μὲν γὰρ πεντηκοστὸς πρῶτος, οὐδέτερα ὢν τῶν εἰρημένων, τὰ περὶ τοῦ Δωὴκ ἀπαγγέλλει λέγων· « Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, » καὶ τὰ ἐξῆς· ἅπερ διὰ τὸ σκυθρωπὸν οὐκ ἂν λεχθείη τῷ τρόπῳ τῶν ψαλμῶν, ἢ τῶν ᾠδῶν· ὡς οὐδὲ ὁ πεντηκοστὸς δεύτερος καὶ οὗτος λυπηρὰ περιέχων. Ὁ δὲ πεντηκοστὸς τέταρτος οὗ ἡ ἀρχή· « Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, » τρόπον περιέχει προσευχῆς· καὶ ὁ εἰκοστὸς ἕκτος· « Κύριος φωτισμός μου καὶ σωτήρ μου, » οὐδὸν διενήνοχε τῆς εὐχῆς· ὅμως δʼ οὖν οὐκ ἠξιώθησαν προγραφῆς. Διὰ δὲ τὴν Cευτέραν, ὡς εἰκὸς, αἰτίαν, τοῦ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ ἐπὶ τέλει τῆς προφητείας περιέχοντος, Ἐξέλιπον οἱ ὔμνοι Δαυῒδ, υἱοῦ Ἰεσσαί· » ἐπειδὴ δέ τινες ὑπέλαβον τέλος τῶν τοῦ Δαυῒδ ὕμνων τὸ λόγιον σημαίνειν, σημειώσῃ, ὅτι οὐ τοῦτο δηλοῖ ἡ τοῦ Ἑβραίου διάνοια. Ὁ γοῦν Ἀκύλας, ἀντὶ τοῦ· Ἐξέλιτοσ· οἱ ϋμνοι Δαυῒδ, Ἐτελέσθησαν προσευχαὶ Δαυῒδ, » κδέδωκεν· ὁ δὲ Σύμμαχος· « Ἐπετελέσθησαν προσυχαὶ Δαυῒδ· » καὶ ἡ πέμπτη ἔκδοσις, « Ἀνεκε ραλαιώθησαν προσευχαὶ Δαυΐδ. » Διʼ ὧν παρίσταται αῖς ἐν τῷ ψαλμῷ περὶ τοῦ Χριστοῦ προφητευομένοις υνῆφθαι τὰ εἰρημένα· ἐπιγέγραπται μὲν γὰρ ὁ αλμὸς « εἰς Σαλομὼν, » ἀναφέρεται δὲ τὰ ἐν αὐτῷ εἴς ε αὐτὸν Σολομῶντα, καὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεηαόμενον υἱὸν αὐτοῦ· διὸ εἴρηται· « Ὁ Θεὸς, τὸ ρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου ῷ υἱῷ τοῦ βασιλέως. » Εἶτα ἐξῆς τούτοις ἐπιφέροναι λόγοι τινὲς προφητικοὶ περὶ τοῦ υἱοῦ βασιλέως, ηλαδὴ ἐκ σπέρματος Σολομῶντος γεννηθησομένου, [*](81 Psal. X, 2. 82 Psal. XIII, 1. 83 Psal. LXI, 3. 84 Psal. LIV, 2. 85 Psa. XXVI, 1. 86 Psal. LXXI, 2. 87 ibid. 8. 88 ibid. 17, 19)
1072
οἵτινες οὐκ ἐφʼ ἕτερον ἁρμόζειν δύνανται ἢ ἐπὶ μόνον Χριστὸν τοῦ Θεοῦ. Τὸ γὰρ, « Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περά τῶν τῆς οἰκουμένης, » καὶ παραπλήσια τούτοις οὔτʼ ἐπʼ αὐτὸν ἀνάγοιτο ἂν τὸν Σολομῶντα, οὐδʼ ἐπὶ τὸν ἀναδεξάμενον αὐτοῦ τὴν ἀρχὴν Ῥοβοὰμ, οὐδʼ ἐφʼ ἕτερον τῶν αὐτοῦ διαδόχων, ἀλλʼ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ἐπεὶ τοίνυν κατὰ τὸν Δαυῒδ διʼ εὐχῆς ἦν ἐπιτελεσθῆναι τὴν ἐκ σπέρματος αὐτοῦ γένεσιν τοῦ Χριστοῦ, καὶ τὰ ἐπὶ ταύτῃ προφητευόμενα, ἐν οἶς ἦν τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ, ὡς ἐπὶ τέλει λέλεκται· « Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· » εἰκότως ἐπισυνῆπται τούτοις κατὰ μὲν τὸν Ἀκύλαν· « Ἐτελίσθησαν προσευχαὶ Δαυῒδ· » κατὰ δὲ τὸν Σύμμαχον· «Ἐπετελέσθησαν προσευχαὶ Δαυῒδ·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· « Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυῒδ. » Ἐν τούτῳ ἀνεκεφαλαιώθησαν, ἐν τῷ πάντα τὰ ἔθνη εὐλογηθῆναι διὰ τῆς τοῦ ἐκ σπέρματος αὐτοῦ γεγενημένης ἐπιφανείας τοῦ τῶν ἐθνῶν ἀπάντων Σωτῆρος. Ἐν οἷς τὰ διαψάλματα φέρεται, ἐν τούτοις ὁ Ἀκύλας ἀντὶ τοῦ διαψάλματος πεποίηκεν « ᾎσμα· ἡ δὲ πέμπτη ἔκδοσις « διὰ παντός· » κατὰ δὲ τὰ παρʼ ἡμῖν ἀντίγραφα καὶ κατὰ Σύμμαχον, ἔοικε μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἡ τοῦ διαψάλματος παρακεῖσθαι παρασημείωσις. Πολλάκις δὲ καὶ διανοίας ἐναλλαγὴ γίνεται ἐν τοῖς διαψάλμασιν. ἤδη δέ ποτε καὶ προσώπου μεταβολή. Οἰηθείη μὲν ἄν τις πάντας τοὺς ἐπιγεγραμμένους ψαλμοὺς διὰ κρούσεως ὀργάνου μουσικοῦ τοῦ καλουμένου ψαλτηρίου ἀποδίδοσθαι· ἀλλʼ ἐπεὶ κατὰ τὸν Ἀκύλαν δι· ἀπάσης (26) τῆς βίβλου, ἐν ὅσοις ἐπιγέγραπται κατὰ τοὺς Ἑβδομήκοντα « ψαλμὸς, » ἐν τού τοις « μελᾦδημα » ἐκδίδοται· κατὰ δὲ τὸν Σύμμαχον « ᾠδὴ, » ἢ « ᾆσμα· » τούτου χάριν ἀναγκαίως ἐπεσημειωσάμην (27) ὡς ἂν μή τις νομίσῃ διὰ τοῦ μουσικοῦ ὀργάνου πάντας τοὺς παρʼ ἡμῖν ψαλμοὺς ἐπιγεγραμμένους εἰρῆσθαι (28). Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸν πεντηκοστὸν, φέρε, ἐπιγεγραμμένον, « εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυῒδ, » διὰ ψαλτηρίου εἰρῆσθαι· μουσικὰ γοῦν ἐν πένθει ἄκαιρος διήγησις. Πῶς γὰρ οἷόν τε ἦν, λεχθέντα ἐπὶ δεινῷ πλημμελήματι τῷ Δαυῒδ, οὐ τῆς τυχούσης ἀγανακτήσεως τοῦ Θεοῦ κατʼ αὐτοῦ γενομένης, καὶ ἀπειλῆς διὰ τοῦ προφήτου, ὡς ἐν εὐθυμίας καιρῷ ψαλτήριον ἀναλαβόντα, τρυφῆς καὶ εὐφροσύνης σύμβολα ἐπιτελεῖν; Τί δὲ ψαλτηρίου περιέχουσιν οἰκεῖον οἱ λόγοι; Οὐχὶ δὲ ὀλοφυρμοῦ καὶ ἀποκλαύσεως. οὓς εἰκὸς μετά τινος πενθικοῦ μέλους, οὐ μὴν μετὰ τοῦ ὀργάνου εἰρῆσθαι; Ταυτὸν δʼ ἂν εἴποις καὶ ἐπὶ τοῦ τρίτου, ὃς ἐπιγέγραπται « Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. » Ἐπιστήσεις γὰρ εἰ ἐν τοιαύτῃ τυγχάνων συμφορᾷ, καθʼ ἣν ἐκπεπτώκει μὲν τῆς βασιλείας, ἠλαύνετο δὲ πρὸς τοῦ υἱοῦ, μουσικοῖς ἐσχόλαζε. [*](γραμμένους εἰρῆσθαι. Hæc desiderantur in codise ticani, quo usus est Montefalconiuseædem schedæ, οὐδὲ γὰρ ἂν ἔχῃ.)
1073
Λόγον δʼ ἂν ἔχοι, πρὸς τὸν Θεὸν καὶ ταύτην ἀναπέμπων τὴν ἱκεσίαν, μετά τινος μέλους αὐτὴν προηνέγκατο καταλλήλου τῷ καιρῷ· διʼ « Μελῴδημα » καὶ « ᾨδὴν » οἱ λοιποὶ καὶ ἐν τῇ τούτων προγραφῇ πεποιήκασιν. Τοὺς λοιποὺς δὲ τῶν ὁμοίως ἐπιγεγραμμένων παραπλησίως τοῖς εἰρημένοις ἐπισκέψῃ. Ὅσοι εἰσὶν, « ἐν ὕμνοις, » ἐπιγεγραμμένοι, ἐπὶ τούτων ἀντὶ τοῦ,« ἐν ὕμνοις, » ὁ μὲν Ἀκύλας, «ἐν ψαλμοῖς· ὁ δὲ Σύμμαχος «διὰ ψαλτηρίου » ἐκδέδωκεν· ὥστε κατὰ τὴν αὐτῶν ἑρμηνείαν μόνους εἶναι τούτους διὰ τοῦ μουσικοῦ ὀργάνου μελῳδηθέντας. Καὶ ἔχει γε λόγον τὸν τέταρτον ψαλμὸν, « ἐν ὕμνοις » ἐπιγεγραμμένον, διʼ ὀργάνου κεκροῦσθαι. Ἐπειδὴ γὰρ ὁ τρίτος εἴρητο τῷ Δαυῒδ, ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, εἰκότως ὁ τέταρτος, τὰ νικητήρια περιέχων τοῦ πρὸς τὸν υἱὸν (29) πολέμου, ὁμοῦ καὶ « εἰς τὸ τέλος, » ὁμοῦ καὶ « ἐν ὕμνοις » ἐπιγέγραπται. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, εἰς τὸ τέλος, « ἐπινίκιον, » ὁ δὲ Ἀκύλας, « τῷ νικοποιῷ, » ἐκδεδώκασιν. Σώζει δὲ τὴν ἀποδοθεῖσαν θεωρίαν τὰ ἐπιλεγόμενα, ἐν οἷς φησιν· « Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, » καὶ τὰ ἐξῆς. Ἥρμοζεν οὖν ταῦτα ὡς ἐν ἐπινικίοις καὶ διὰ μουσικῶν ὀργάνων ἀνακρουσθῆναι. Ὁ δὲ τρίτος οὐκ ἐπιγέγραπται (30) « εἰς τὸ τέλος· » οὐ γὰρ ἧν πω ἐπινίκιος· ἀλλʼ οὐδὲ τοῦ πολέμου τέλος εἰληφότος εἴρητο. Σκέψαι δὲ καὶ ἐπὶ τοῦ ἕκτου, μήποτε ἐπειδὴ μετὰ τὰ πρῶτα τοῦ ψαλμοῦ ἐν τοῖς τελευταίοις ἐπιφέρει λέγων· « Ἤκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου (31), εἰσήκουσε Κύριος τῆς δεήσεώς μου· Κύριος τὴν προσευχήν μου προσεδέξατο, » εἰκότως αὐτὸς « ἐπινίκιος, » καὶ « διὰ ψαλτηρίου, » παρὰ δὲ τοῖς Ἑβδομήκοντα « εἰς τὸ τέλος, » καὶ « ἐν ὕμνοις » ἐπιγέγραπται. Ἀλλὰ καὶ ὁ πεντηκοστὸς τρίτος, πρὸ τῆς εἰς τὸν Οὐρίαν ἁμαρτίας εἰρημένος τῷ Δαυῒδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· « Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρʼ ἡμῖν; » ὡς ἄν τῶν διαβεβληκότων αὐτὸν τῷ Σαοὺλ μηδὲν ἰσχυκότων, « ἐν ὕμνοις » μὲν παρʼ ἡμῖν· παρὰ δὲ τοῖς λοιποῖς « διὰ ψαλτηρίου» καἰ « ἐν ψαλμοῖς,» καὶ «τῷ νικοποιῷ, » καὶ « ἐπινίκιος » ἐπιγέγραπται. Τὸν ὅμοιον δὲ τρόπον ἐπιστήσεις καὶ τοῖς λοιποῖς, ὅσοι τῆς ὁμοίας ἠξίωνται προγραφῆς. Ὁμολογουμένως οἱ πλείους (32) τῶν μετὰ τὸν πεντηκοστὸν ψαλμὸν, μακρῷ πρόσθεν εἴρηνται. τοῦ πεντηκοστοῦ. Καὶ αὐτὸς δὲ ὁ πεντηκοστὸς εἴρηται πρὸ τοῦ χρόνου τοῦ κατὰ τὸν τρίτον, ὅς ἐλέχθη τῷ Δαυῒδ ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἧν δ᾿ οὖτος χρόνος ὁ μετὰ τὴν τοῦ πεντηκοστοῦ ἐξομολόγησιν. Τίνα οὖν ἄρα (33) τοιαύτην περιέχει τάξιν; Ὁ μέν τις εἴποι ἔχειν τινὰ τῶν

[*](90 Psal. IV, 2. 91 Psal. VI, 9, 10.)[*]((29) Πρὸς τόν υἱόν. Codex Vaticanus, πρὸς τὸ υῦν.)[*]((30) Codex Vaticanus, ἐπεγέγραπτο.)[*]((31) Codex Vaticanus τὴν φωνὴν τοῦ κλαυθμοῦ μου· εἰσήκουσε Κύριος τῆς φωνῆς τῆς δεήσεως μου.)[*]((32) Οἱ πλείους, etc. Hilarius Prologo in librum Psalmorum, num, 9 : Psalmus tertius secundun historiani quinquagesimo psalmo posterior est: inscriptio namque utriusque multo intervallo temporis œtalisque diversa est. Nam hic quœ sub Uria et Da)
1077

τοῦ δεδωκότος αὐτὰς Θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. Περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων· « Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ Ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαυΐδ· ὁ ἀνοίγων, καὶ οὐδεὶς κλείσει, καὶ κλείων, καὶ οὐδεὶς ἀνοίξει· Οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἣν οὐδεὶς (37) δύναται κλεῖσαι αὐτήν. » Καὶ μετʼ ὀλίγα· «Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν (38), κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν (39) κηρύσσοντα φωνῇ μεγάλη· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε, ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυῒδ, ἀνοῖξαι τὸ βιβλίον, καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. » Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἡσαΐας οὕτως· « Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα· καὶ ἐρεῖ (49), Οὐκ ἐπίσταμαι γράμματα. » Ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου, καὶ τοῦ Ἡσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας Γραφῆς ὁμολογουμένως καὶ παρὰ τοῖς (41) μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις, πεπληρωμένης (42) αἰνιγμάτων, καὶ παραβολῶν, σκοτεινῶν τε λόγων, καὶ ἅλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει· ὅπερ διδάξαι βουλόμενος καὶ ὁ Σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι, καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεἴν τοῦ ἀνοῖξαι, τό· « Οὐαὶ ὑμῖν τοῖς νομικοῖς· ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν. »

2. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα, καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς, καὶ τὴν ἕξιν ἡμῶν, ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας, καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητος καὶ τῆς μετριότητός σου, ἱερὲ Ἀμβρόσιε, κατελθεῖν· [*](93 Apoc. III, 7. 94 Apoc. V, 1 et seqq. 95 Isa. XXIX, 11, 12. 96 Luc. XI, 52.) [*](habet; quia ipse per hæc septem qeædam signacula, quæ de corporalitate eus, et passione et tnorte, et resurrectione, et gloria, et regno, et judicio Datid de eo in psalmis prophetat, absolvit : apeiens quod noemo claudet, ct claudens quod nemo aperiet: quia per hanc quæ in illo expleta est, prophetiam, aperiet quod nemo præcludet; et contra expletæ in eo prophetiæ fide abnegata, claudet quod nemo possit aperire. Nullus enim nisi lle, in quo iæc prophet ata sunt et expleta, clavem intelligentiæ hujus impertiet. Denique idipsum consequenter docuit dicens : Et vidi super dexteram sedentis in hrono librum scriptum deintus et deforis, ngnatums signaaulis septem: et vidi alterum angelum valan prdicantem voce magna: Quis cst dignas apcire librum, et solvere signacula eius Et nemo potuit neque n celo, ncque in terro, neque inira rear, aperire lbum, neque video ipsum. Et fiebam qui nemo diquus repertus esset aperire librum neφue rdere psum. Et unns de senioribus ait mihi ς Npli fiere, ecce vicit leo de trib Juda, radix Datid, aperire)

1080
καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον, οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἀγίων, ἀλλὰ πολλῷ πλεῖον τοῦ γράφειν, καὶ τοῖς μεθ᾿ ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς, καὶ κατὰ προκοπὴν θεότητος εἰς τοῦτο ἤγαγές με. Μάρτυς ἕσο μοι πρὸς Θεὸν, μεθʼ ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται· καὶ πὴ μὲν ἐντυγχάνομεν, πὴ δὲ ἤτοι βιαζόμεθα βιαιότερον, ἢ δοκοῦμέν τι λέγειν· ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ· « Ὅτε λέγεις περὶ Θεοῦ, κρίνῃ ὑπὸ Θεοῦ,» καλῶς εἰρημένου καὶ τό (43)· « Περὶ Θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. » Ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς Θεοῦ καλὸν εἶναι δύναται, καὶ μάλιστα νόησις Γραφῶν θεοπνεύστων, ὅπως τῷ Πατρὶ τῶν ὅλων Θεῷ, διὰ τοῦ Σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ Θεοῦ προσιέναι, αἰτήσεις δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν· ἐπίκειται γὰρ τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ Θεῷ τῶν οὐχ ὀδῷ ἐπὶ τοῦτο προϊόντων.

3. Μέλλοντες δὲ ἄρχεσθαι (44) τῆς ἑρμηνείας τῶν Ψαλμῶν, χαριεστάτην παράδοσιν ὑπὸ τοῦ Ἑβραίου ἡμῖν καθολικῶς περὶ πάσης θείας Γραφῆς παραδεδομένην προτάξομεν· ἔφασκε γὰρ ἐκεῖνος ἐοικέναι τὴν ὅλην θεόπνευστον Γραφὴν, διὰ τὴν ἐν αὐτῇ ἀσάφειαν (45) πολλοῖς οἴκοις ἐν οἰκίᾳ μιᾷ κεκλεισμένοις, ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι (46) κλεῖν οὐ τὴν κατἀλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθʼ ἑκάστην ἐκείνοις οἷς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύνανται· νοεῖσθαι τοίνυν καὶ τὰς Γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρʼ ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. Ἡγοῦμαι γοῦν καὶ τὸν Ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· « Ἄ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις. ἀλλʼ ἐν διδακτοῖς Πνεύματος (47), πνευματικοῖς πνευματικὰ συγκρίνοντες, »

Κοὶ μετὰ πολλὰσυγκρίνων τοὺς ἑνικῶς κειμένους μακαρισ μοὺς πρὸς τοὺς πληθυντικῶς εἰρημένους, φησίν·

4. Εἰ δὲ « τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριονπλασίως, πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἐπτα [*](inveniat : sitque aut familiaris scientiæa, cogaitma cito ex copia illa congestæ in uaumu raroostis eligere; aut ingentis laboris, aptam et congruos clavem aperiendi uniuscuiusque aditus invenire: quteratio et qualitas non sinat, non suas clares claastm disparibus coaptare.) [*]((45) Ἀσάφειαν. Unus codex Regius, ἀσφάλειαν. παρακαλεῖσθαι.) [*]((47) In vuigalis Apostoli codicibus Græcis leg·. tur, Πνεύματος ἁγίου.)

1081
» καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον Πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε καὶ ὑμᾶς διαφεύγῃ ἡ ἀναλογία, καθʼ ἢν ἐπὶ πᾶσαν ἔφθασε Γραφὴν ἡ σοφία τοῦ Θεοῦ θεόπνευστον μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα διὰ τοῦτο ὁ Σωτὴρ ἔφη· « Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἒως ἂν πάντα γένηται.» Ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται (48), διʼ ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκοῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανῆσθαι ἀπὸ τοῦ τεχνίτου, μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων· πολλῷ δὲ πλέον καὶ τᾶς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἐκάστης ἰδίωμά τι (49) λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς, καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος ἀναγεγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπὲρ ἄνθρωπον σοφίαν ἱερᾶς Προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἕστιν εἰπεῖν, ἑκάστῳ γράμματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας. Χρὴ μέντοιγε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτίσαντος τὸν κόσμον εἶναι ταύτας τὰς Γραφὰς, πεπεῖσθαι ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λόγον, ταῦτα καὶ περὶ τῶν Γραφῶν. Ἔστι δέ γε καὶ ἐν τῇ κτίσει τινὰ ἀνθρωπίνῃ φύσει δυσεύρετα ἢ καὶ ἀνεύρετα· καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιητοῦ τῶν ὅλων. Φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσχομεν αἰτίαν βασιλίσκων κτίσεως, καὶ τῶν ἄλλων ἰοβόλων θηρίων· ἐνθάδε γὰρ ὅσιον τὸν αἰσθανόμενον τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης Θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλαβεῖν ἡμῖν ἀμήχανον, Θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστερον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ ὧν νῦν εὐσεβῶς ἐπεστήσαμεν. Οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις Γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκεινται ἐν αὐτοῖς δυσαπόδοτα ἡμῖν· οἱ γοῦν ἐπαγγελλόμενοι μετὰ τὸ ἀποστῆναι τοῦ κτίσαντος (50) τὸν κόσμον, λαὶ ᾧ ἀνέπλασαν ὡς Θεῷ προστρέχειν, λυέτωσαν τὰς προσαγομένας. ὑφ᾿ ἡμῶν αὐτοῖς ἀπορίας, ἢ τὸ ἑαυτῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι , συμφώνως ταῖς παρʼ αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων, καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων· δὲ γὰρ κἀκεὶ οὐδὲν ἧττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότητος· πόσῳ ὁσιώτερον ἦν, μένοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, ἀπὸ τῶν κεισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἅθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι Θεοῦ;

[*](98 Psal. 31, 7. 99 Matth. v, 18.)[*]((48) Φαίνεται. Huetius maluisset καταφαίνεται.)[*]((49) Ἰδίωμδ τι. Uterque codex Thuanæus, ἰδιώ- μιουργῷ ad Christi Patrem. HUETIUS. ματα.)
1088

Καθʼ ὧν δὲ ἡ « λοιμὸς » προσηγορία, κατὰ τούτων κεὶ ἡ « χλευαστὴς » οὐκ ἀσκόπως παρὰ τοῖς ἑτέροις εἵρηται. Χλευάζουσι γὰρ τοὺς λοιποὺς, καὶ μάλιστα τοὺς κατὰ τὸν ὑγιῆ λόγον πεπιστευκότας οἱ ἐν ἑαυτοῖς σοφοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.

Ἀλλʼ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, κ. τ. ἐ. Μελετᾷ τὸν νόμον (57) Κυρίου ἡμέρας καὶ νυκτὸς, οὐχ ὁ τὰς λέξεις τοῦ νόμου χωρὶς τῶν κατ᾿ αὐτὰς ἔργων εἰς τὸ μνημονεῦσαι ἀναλαμβάνων, ἀλλὰ καὶ ὁ ἐπὶ τὰ κατάλληλα ἔργα ἐρχόμενος μεμελετηκὼς αὐτῶν, ἕως διὰ τῆς συνεχοῦς τῶν κατὰ τὸν νόμον ἑργων μελέτης γένηται εὐχερὴς, ἀποδιδοὺς πάντα τὰ ἐπιβάλλοντα τῷ κατὰ τὸ νόμον τελείως βιοῦντι. Οὔτως γὰρ ἔσται δυνατὸν τὸ διʼ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς μελετᾷν τὸν τοῦ Θεοῦ νόμον. Εἴτε γὰρ ἐσθίει, εἴτε πίνει, εἴτε πᾶν ὁτιοῦν πράττει κατὰ τὸ λεγόμενον παρὰ τῷ θείῳ Ἀποστόλῳ, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ ὁ τοιοῦτος· ὥστε καὶ ἐν τῷ τοῦ ὕπνου καιρῷ κατὰ τὸ δέον γινομένου τῆς προσοχῆς καὶ ἐπὶ τοῦτον φθανούσης, καὶ ἐπὶ τὰς φαντασίας τὰς ἐν αὐτῷ. Διὰ τούτου λύεται καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ ἀπορούμενα λέγοντι· « Ἀδιαλείπτως προσεύχεσθε. » Πῶς γὰρ κοιμώμενός τις εὔξεται, καὶ πράττων τι τῶν εἰς ἀνθρώπους καθηκόντων, ἢ τὸ ἑαυτοῦ σῶμα θεραπεύων; Ἀλλὰ καὶ ἐπὶ τούτου φαμέν· ὅτι κέκραγε πρὸς Θεὸν, καὶ αἰτεῖ αὐτὸν τὰ κάλλιστα προκαλούμενος ἐπὶ τὸ παρασχεῖν ὁ τέλειος, πάντα κατὰ τὸν λόγον ποιῶν, ὥστε πᾶσαν αὐτοῦ πρᾶξιν εὐχὴν εἶναι. Ὥσπερ δὲ ἐπὶ τοῦ μελετᾷν τὸν νόμον οὐκ ἀμελητέον τοῦ αὐτοῦ τοῦ ἰδικοῦ, οὕτως οὐκ ἀμελητέον αὐτοῦ τοῦ ἰδικῶς εὔχεσθαι, ἐπεὶ μελετᾷν ἐστι καὶ εὔχεσθαι πράττειν ὁτιοῦν κατὰ τὸν νόμον Κυρίου. Ἐπιστήσει δέ τις εἰ κατὰ νόμους ἀναγωγῆς ἡμέρα μὲν δύναται λέγεσθαι ἡ ἀπερίστατος ἡμῶν κατάστασις, νὺξ δὲ ἡ περιστατικὴ διὰ τὸ σκυθρωπότερον. Δεῖ δὲ ἐν τῷ νόμῳ πειρᾶσθαι εἶναι οὐ μόνον ὅτε τὰ ἔξωθεν ἡμῖν οὐκ ἀντιπράττει, ἀλλὰ καὶ ὅτε τοῖς καλουμένοις πειρασμοῖς περιπίπτομεν.

Καὶ ἔσται ὡς τὸ ξύλον τό πεφυτευμένον πορὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν᾿ ποιῇ, κατευοδωθήσεται, κ. τ. ἐ. Μετὰ ταῦτα παραληψώμεθα (58) τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον, « μεταπεφυτευμένον. » Πόθεν γὰρ τὸ ξύλον, περὶ οὗ ὁ λόγος, μεταπεφύτευται ἐπὶ ταῖς τῶν ὑδάτων διαιρέσεσιν΄ Ἡ γὰρ ἐῤῥιζωκὸς ἐν τῷ Πατρὶ, ἐπʼ εὐεργεσίᾳ πολλῶν μεταπεφύτευται, εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταπεφυτεῦσθαι λαμβανομένης· οὐχ ὅτι οὐκ ἔστιν ἐν τῷ Πατρὶ (ἔστι γὰρ), ἀλλʼ ὅτι καὶ παρʼ ἑτέροις γεγένηται· ἦ καθʼ ἑτέραν ἐπιβολὴν ἡ ψυχή ἐστι τοῦ Σωτῆρος, ἣν ἔλαβεν, ἐντεῦθεν μεταπεφυτευμένη ἐπὶ τὸν παράδεισον, ὅπου καὶ τὸ Εὐαγγέλιόν φησιν αὐτὸν μετὰ τὸ [*](hæc exstant in codice Barocciano, et in schedis niss. Conibefisii, Latine antei in Catena Barbari. In Catena Corderii Gennadio tribuuntur.)

1089
πάθος γεγονέναι, διηγούμενον αὐτὸν εἰρηκέναι τῷ μετανοήσαντι λῃστῇ· « Σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. » Μεταπεφύτευται δὲ ἐκεῖ, ἵνα οἱ ἄξιοι σὺν Χριστῷ εἷναι φωτίζωνται ὑπʼ αὐτοῦ τῷ τῆς γνώσεως φωτισμῷ, προκόπτοντες ἐν τῇ τῶν ὄντων θεωρίᾳ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ. Ταῦτα δὲ οὕτως ἐξειλήφαμεν, ἐπειδὴ κυρίως ἐπὶ δένδρων λέγεται τὸ « φέρειν καρπόν·» τὸ δὲ « διδόναι,» μᾶλλον ἐμψύχοις ἁρμόζει, καὶ ταῦτα λογικοῖς. Ζητητέον δὲ εἰ ἔστι καιρὸς τῷ ξύλῳ τῆς ζωῆς τοῦ καρποῦ· λέγειν γὰρ τὴν σοφίαν καρπόν ποτε μὴ ἔχειν, οὐχ ὅσιον· διὸ οὐκ εἴρηται, ὃ τὸν καρπὸν αὐτοῦ ἐνέγκει ἐν καιρῷ αὐτοῦ, ἀλλʼ « ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. » Καιρὸς δὲ αὐτοῦ τοῦ διδόναι ἡ τοῦ λαμβάνοντός ἐστιν ἐπιτηδειότης. Ὅσον γὰρ τὸ ἐπʼ αὐτῷ, ἕτοιμόν ἐστιν ἀεὶ διδόναι τὸν καρπὸν αὐτοῦ. Εἰ γὰρ τοὺς οἰκονόμους ὁ Λόγος θέλει πιστοὺς εἶναι καὶ φρονίμους, οὐχὶ ἀπλῶς διδόντας τὸ σιτομέτριον τοῖς συνδούλοις, ἀλλʼ ἐν καιρῷ διδόντας, πόσῳ μᾶλλον ἡ σοφία πιστῶς ἅμα καὶ φρονίμως τοὺς ἰδίους οἰκονομήσει καρπούς; Ὁ αὐτὸς δὲ καιρός ἐστι τοῦ διδόναι, ὥσπερ καὶ τῷ λαμβάνοντι τοῦ λαβεῖν. Τί δὲ τὸ φύλλον τῆς ζωῆς, τουτέστι τῆς σοφίας, οὐκ ἀποῤῥεῦσον, κατιδεῖν ἄξιον· οὐκ ἄλλοθεν δὲ λαβεῖν αὐτὸ ἔστιν ἢ μετρίως τοῖς φυσικοῖς ἐπιδιατρίψαντας. Δῆλον δὲ, ὅτι διὰ τοὺς καρποὺς τὰ καρποφόρα δένδρα ὁ Δημιουργὸς ἐκέλευσε βλαστῆσαι, διʼ οὓς τὰ ἐκείνοις χρειώδη κατʼ ἐπακολούθησιν πεποίηκε. Χρεία δὲ σκέπης τοῖς καρποῖς τῆς ἀπὸ τῶν φύλλων φυλακῆς ἕνεκεν. Ταῦτα οὖν καὶ ἐπὶ τῆς περὶ τῶν ὅλων σοφίας ἔστιν ἰδεῖν, ἐν ᾗ τὰ πάντα ὁ τῶν ὅλων Δημιουργὸς πεποίηκεν. Ἃ μὲν γὰρ προηγουμένως γίνεται, ἃ δὲ κατʼ ἐπακολούθησιν διὰ τὰ προηγούμενα. Προηγουμένως μὲν γὰρ τὸ λογικὸν ζῶον, διὰ δὲ τὴν αὐτοῦ χρείαν κτήνη καὶ τὰ ἀπὸ τῆς γῆς φυόμενα. Μήποτε οὖν οἱ μὲν λόγοι τῶν προηγουμένως γεγονότων οἱ καρποί εἰσι τοῦ δένδρου τῆς ζωῆς· τῶν δὲ διὰ ταῦτα κτισθέντων τὰ φύλλα, ὧν οὐδὲν μάταιόν ἐστιν, οὐδὲ ἐξουθενεῖσθαι πάντη ἄξιον ὡς εὐτελὲς, ἵνα ἔλθῃ πίπτειν καὶ ἀποῤῥεῖν μὴ φρουρούμενον. Καὶ ἔτι μᾶλλον τὸ ἐξῆς· « Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. » Ἔστι γὰρ εἰς τινα ἀναγκαῖα καταχρήσασθαι καὶ πᾶσι τοῖς ἐκ τοῦ ἀκολουθήματος γενομένοις. Καρπὸς δὲ τοῦ Χριστοῦ εἴη ἂν προηγουμένως ἡ διδασκαλία, ἡ τῶν τιμιωτέρων τροφὴ, φύλλον δὲ ἡ τῶν ἀλογωτέρων τροφή· ὥσπερ τοῖς καρποῖς χρῶνται οἱ ἄνθρωποι, φύλλοις δὲ τὰ βοσκήματα. Δυνατὸν δὲ καὶ τῆς Γραφῆς καρπούς τινας λέγειν, οὓς ἐκλαμβάνουσιν οἱ λογικώτεροι φύλλα δὲ οἷς τρέφονται οἱ ἁπλούστεροι. Τοῦ δὲ μακαριζομένου καὶ ὡμοιωμένου τῷ ξύλῳ τῆς ζωῆς καρπὸς μὲν λέγοιτο τὰ προηγούμενα ἔργα, οἷον εὐποιία, καὶ περὶ τὴν σοφίαν ἀσχολία· φύλλα δὲ τὰ βιωτικὰ αὐτοῦ κινήματα, οὐδὲ ταῦτα ἄξια καταφρονεῖσθαι, οὐδὲ ἀποῤῥεῖν τῷ μετὰ προσοχῆς καὶ εἰς δόξαν Θεοῦ πάντα ποιεῖν. Οῦτω γὰρ πᾶν ὁτιοῦν τῶν πραττομένων ὑπʼ αὐτοῦ κατευοδοῦται.

Οὐχ οὕτως οἱ ἀσεβεῖς· ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς ὃν [*](4 Luc. XXIII, 45.)

1092
ἐκρίπτει ἄνεμος ἀπὸ πρωσώπου τῆς γῆς, κ. τ. ἑ. Οὔτε τὸ Ἑβραϊκὸν (59) ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τῶν ἑρμηνευτῶν οὐδείς.

Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, ἑ. Ἐντεῦθεν (60) οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι, τί νοοῦντες τὴν ἀνάστασιν, καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. Κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὰ ἐξῆς ἀκολούθως σώζειν μὴ δυναμένους. Ἐὰν οὗν πυνθανώμεθα τίνος αὐτῶν ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, ὅτι τῶν σωμάτων, ὦν νῦν περικείμεθα. Εἶτα προσεπερωτησάντων ἡμῶν πότερον τῆς οὐσίας αὐτῶν ὅλης, ἢ οὐχί; πρὶν βασανίσαι λέγουσιν, ὅτι ὅλης. Ἐὰν δὲ προσαπορήσωμεν συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν, εἰ συναναστήσεται τὰ ἀποῤῥεύσαντα ἐν φλεβοτομίαις αἵματα, καὶ αἱ σάρκες, καὶ αἱ τρίχες αἱ πώποτε γενόμεναι, ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ θλιβόμεναι, εἰς τὸ τῷ Θεῷ ποιεῖν (61) ἃ βούλεται προστρέχουσιν. Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἴματα συναγαγεῖν τῷ λόγῳ ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἰ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων. Καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζώων ἐσθιόμενα ἀντιμεταβάλλει, καὶ γίνεται ἀνθρώπων ἢ ἐτέρων ζώων σώματα· καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος. Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; Καὶ οὕτως εἰς βυθὸν φλυαρίας ἡμᾶς ἀλόγους (62) συμβήσεται ἐμπίπτειν. Καὶ μετὰ ταύτας τὰς ἀπορίας, ἐπὶ τὸ πάντα δυνατὰ εἷναι τῷ Θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν Γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεχιήλ· « Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ ἐξήγαγέ με ἐν πνεύματι. καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων. Καὶ περιήγαγέ με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου· καὶ ἰδοὺ, αὐτὰ ξηρὰ λίαν. Καὶ εἶπε πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς μέ· Προφήτευσον. υἱὲ ἀνθρώπου. Καὶ εἶπον πρὸς αὐτά· Τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνοῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἐπάξω ἐφʼ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω τὸ πνεῦμά μου ἐφʼ ὑμᾶς, καὶ [*](hæres. LXIV.) [*]((61) Post ποιεῖν deest ἐπιτρέπειν, vel quid simile.) [*]((62) Ἀλόγους. Forte ἀλόγως.)

1093
ζήσεσθε· καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. » Τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ· καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικὰ, οἷον, ὡς τὸ, « Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· » καὶ τὸ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· » καὶ τὸ ἐν τῷ Παύλῳ· « Ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. » Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατʼ αὐτὸν (63) τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν, καὶ φυλάξασθαι ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ Θεοῦ ἀναξίων. Τοῦτο οὖν εἰς τὸν τόπον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ, καὶ ἀποκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζώων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν. Διόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα· διότι, ὡς πρὸς τὸ ἀκριβὲς τάχα, οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταυτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν· καίτοιγε τοῦ οἷον ἢ Παύλου, ἢ Πέτρου, ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνου, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθʼ ἡμᾶς, οὔτʼ ἐπεισαγόμενόν τι ἔχει ποτὲ, κἂν ῥευστὴ ἦν ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταυτὸν εἶναι· ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς, εἰς τὴν (64) ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας· καθʼ ἢν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι, καὶ ἄλλα τινὰ ἰδιώματα, φακοί. Καὶ ἐπὶ τούτοις εἴ τι ἐστὶν ὅμοιον τοῦτο τὸ εἶδος, καθʼ ὁ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικὸν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε ἔτι ἐντεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. Ὤσπερ (65) δὲ τὸ εἶδός ἐστι μέχρι τοῦ πέρατος, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν· οὕτως νοητέον καὶ ἐπὶ τοῦ παρόντος, εἶδος ταυτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς. Ἀναγκαῖον γὰρ τὴν ψυχὴν, ἐν τόποις σωματικοῖς ὑπάρχουσαν, κεχρῆσθαε σώμασι καταλλήλοις τοῖς τόποις. Καὶ ὥσπερ ἐν Θαλάσσῃ ζῇν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν πάντως ἂν ἔδει παραπλησίαν ἔχειν καὶ τὴν ἄλλην ἐχθύων κατάστασιν· οὕτως μέλλοντας κληρονομεἴν Βασιλείαν οὐρανῶν, καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι, ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κᾶν ἐπὶ τὸ [*](6 Matth. VIII, 12. 7 Matth. X, 28. 8 Rom. VIII, 11.) [*]((63) Αὐτόν. Forte legendum, αὐτῶν.) [*]((64) Εἰς τήν. Forte τοὺς τήν, etc.) [*]((65) Ὤσπερ, etc. Hunc locum in Apologia Pam .1, ili sic vemt Rufinus : Scot enim in nobis eadem μσρςi es permanet ab iefantin nsque ad seneclutem, »ρe-t characteres multam rideantur mmutotionem ρσi rere ς ita imellgendum est hanc speciem qnæ ἄη σεæ inest nobis, ipsam permansuram etiom in fu χ r, plurima tamen immutatione in melus et aloiasi æns facta. V eresαe est enim ammnam in locis φ ryarets habitantem nti corporibus talibas pur apli pse ais locis in quibus degit. Et sicut, verb caus. i i ss aquis maris not habitare, vel degere posceret,)
1096
ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή· ὤσπερ ἦν τὸ Ἰησοῦ εἶδος, καὶ Μωϋσέως, καὶ Ἡλίου, οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει, παρʼ ὃ ἦν. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταυτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν, ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν εἶναι τὸ πρῶτον ὑποκείμενον. Ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ, ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· « Σπείρεται γὰρ σῶμα ψυχικὸν, ἐγείπνευματικόν. » Καὶ ἐπιφέρει πᾶσιν ὁ ρεται σῶμα Ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα ἡμᾶς διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς, τοῦ εἴδους σωζομένου κατὰ τὴν ἀνάστασιν· « Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν. » Ἴσως μὲν γὰρ ἔσται περὶ τοῦ τὸν ἅγιον (66) διακρατούμενον, ὑπὸ τοῦ ἰδιοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι, ἀλλʼ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκὶ, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι. Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν Γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν, καὶ πρῶτον ἐν τῷ Ἰεζεχιήλ. Ἐπὶ τὸ ὅσον (67) ἐφ᾿ οἷς βούλονται οἱ ἁπλούστεροι κατὰ τὰς λέξεις ταύτας, οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον, καὶ δερμάτων, καὶ νεύρων. Ἄμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς, ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. Οὐ γὰρ, εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ, « Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου.» Καὶ, « Ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. Ἐπιφέρεται γοῦν τῷ λόγῳ· Ἇρά γε λέγουσιν, « Ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν· » ὅτι « αὐτοὶ λέγουσιν, ὅτι Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, » θέλοντες ἀνίστασθαι συναχθέντα; Ἀλλὰ τοῦτο ἀμήχανον. Λέγοιεν δʼ ἂν, ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. Ἐπιφέρουσι γοῦν τὸ, « Ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν· διαπε φωνήκαμεν. » Οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος, καὶ τῆς οἰονεὶ νεκρότητος ἣν νενέκρωνται, διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. Καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ Σωτῆρος λέγονται εἷναι τάφοι γέμοντες ὀστέων καὶ πάσης ἀκαθαρσίας. Πρέπει δὲ τῷ Θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου, καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ Σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἕξω. Τὸ δὲ, « Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,» πρὸς αὐτοὺς ἀπορητέον, ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἰς τινα χρείαν ὁ Δημιουργὸς κατεσκεύασεν, οὕτω καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. Τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν γέενναν ὄντες κατʼ αὐτοὺς φάγονται. Καὶ δεικτέον. ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. « Ὀδόντας γοῦν ἁμαρτωλῶν συνέτριψας· » καὶ, « Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. » [*](9 I Cor. XV, 44. 10 ibid. 20, 1¹ Psal. XXI, 15. 12 Psal. VI, 3. 13 Ezech. XXXVII, 11.) [*]((66) Περὶ τοῦ τὸν ἅγιον. Forte legend. περιττὸν τὸ τῶν ἀγίων. Sed hic locus corruptus est.) [*]((67) Ἐεὶ τὸ ὅσον. Forte, Ἐπεὶ ὅσον.)
1097
Τίς δὲ οὕτως ἠλίθιος, ὡς ὑπολαμβάνειν, ὅτι, τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ Θεὸς, τοὺς ὀδόντας αὐτῶν συντρίβει μόνον; Ὥσπερ οὖν εἴ τις, θέλων ταῦτα οὕτως ἔχειν, θλιβόμενος εἴλκετο ἐπʼ ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων, κατὰ τὸν συγκρουσμὸν τῶν ὀδόντων, ὡς ἐφρόνησε, βρύξει τοὺς ὀδόντας. Τὸ δὲ, « Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ, » τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν. Καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ δὲ, « Ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα, » θνητοῦ ὄντος τοῦ σώματος, καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν, ὅπου τὸ σωματικὸν εἶδος, περὶ οὗ εἰρήκαμεν τῇ φύσει θνητὸν ὃν, « ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, » καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι σῶμα θανάτου ζώοποιηθὲν, διὰ τὸ Πνεῦμα τὸ ζωοποιοῦν ἐκ τοῦ πνεύματος γεγονέναι. Καὶ τὸ, « Ἐρεῖ δὲ, Πῶς ἐγείρονται οἱ νεκροὶ, ποίῳ δὲ σώματι ἔρχονται; » γυμνῶς παρίστησιν, ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. Εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, ῥητέον, ὅτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης, καὶ διʼ ὄλης αὐτῆς χωρήσας, περιδραξάμενος αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνάμεων ἐπιτίθησι τῇ ποτε γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ, νικήσας τὰς ἐκείνων ποιότητας, μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου, μεγέθει καὶ σχήματι, καὶ ποικιλίᾳ.

Τοῦ αὐτοῦ. Κρίσις ἐστὶ (68) δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις· ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται γὰρ οἱ [*](14 Matth. VIII, 12. 15 Psal. III, 8. 16 Psal. LVII, 7. 17 Matth. X, 28. 18 Rom. VIII, 11. 19 Col. III, 4. 20 I Cor. XV, 35.) [*]((68) Κρίσις ἐστί, etc. Descripta sunt e schedis Ernesti Grabi, et Combefi, ii, Latineque exstant apud Barbarum.)

1100
ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλʼ ἐν τῇ δεντέρᾳ.

Ὅτι γινώσκει ὁ Κόριος ὁδὸν δικαίων, κοὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Οὐδὲν ὑπὸ Θεοῦ γινώσκεται (69) φαῦλον, ἀλλʼ ἡ τῶν δικαίων ὁδός. « Ἔγνω » γὰρ « Κύριος τοὺς ὄντας αὐτοῦ. » Ὁδὸς δὲ δικαίων ὁ εἰπών· « Ἐγώ εἰμι ἡ ὁδὸς, » περὶ οὗ λέλεκται· « Ἴδετε δὲ ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. » Ὁδὸς δὲ ἀσεβῶν ἣν ὁδεύουσιν οἱ κακολογοῦντες τὸν Δημιουργόν. Ἀγνοεῖ δὲ καὶ οὐ γινώσκει τὰ κακὰ, οὐ τῷ δύνασθαι αὐτὸν περιδράξασθαι πάντων, καὶ περιλαβεῖν τῇ διανοίᾳ αὐτοῦ (τοῦτο γὰρ ἀθέμιτον καὶ λογίζεσθαι περὶ Θεοῦ )· ἀλλὰ τῷ ἀνάξια εἶναι τῆς γνώσεως αὐτοῦ. Τάχα διὰ τοῦτο (τολμηρότερον δὲ αὐτὸ ἐρεῖ ὁ λόγος) πυνθάνεται περὶ ὧν οὐκ οἶδεν· ὅταν γὰρ ἁμάρτῃ ὁ Ἀδὰμ, οὐκ οἶδεν αὐτὸν, οὐδὲ τὸν τόπον εἰς ὃν ἐκπέπτωκε φεύγων ἀπὸ Θεοῦ. Διό φησιν· « Ἀδὰμ, ποῦ εἷ; » Ὁμοίως δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ πυνθάνεται περὶ ὧν οὐκ ὄντων ἀξίων τῆς γνώσεως αὐτοῦ. Ἐπεὶ γὰρ οὐκ οἷδε τὸ δαιμόνιον, οὐδὲ τὸ ὄνομα αὐτοῦ, πυνθάνεται τί τὸ ὄνομα αὐτοῦ, ὅτε ἐκεῖνο ἀποκρίνεται, ὅτι, « Λεγεὼν ὄνομά μοι. » Καὶ πρὶν τὴν ἄφεσιν τὴν περὶ τῆς σωτηρίας λαβεῖν τὴν αἱμοῤῥοοῦσαν πυνθάνεται λέγων· « Τίς μου ἥψατο; » Τὴν ὁδὸν οὖν τῶν ἀδίκων ὁ Θεὸς ἀγνοεῖ, τὴν δὲ τῶν δικαίων γινώσκει. Τίς δὲ ἡ ὁδὸς τῶν δικαίων ἢ ὁ εἰπών· « Ἐγώ εἰμι ἡ ὀδὸς, » ὃν γινώσκει ὁ Πατήρ; « Οὐδεὶς γὰρ ἔγνω τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. » Ἁρμοσει δὲ τοῖς περὶ γνώσεως καὶ ἀγνωσίας Θεοῦ τὰ συνεχῶς κείμενα ἐν ταῖς προφητείαις ὀνόματα, μνήμη καὶ λήθη Θεοῦ. Πολλάκις γὰρ ἐν εὐχαῖς εἴρηται τό· « Μνήσθητί μου· » καὶ, « Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; » Ἀποῤῥίπτει γὰρ τῆς ἑαυτοῦ μνήμης τοὺς ἁμαρτάνοντας· ὥσπερ πάλιν προσίεται τοὺς μετανοοῦντας, καὶ ἀναλαμβάνει τούτων τὴν μνήμην.