Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Διὰ τοὺς ἐπιγεγραμμένους ψαλμοὺς « εἰς τὸ τέλος, » ἐπελεξάμεθα τοὺς ὅρους αὐτοῦ, ἐκ μὲν τῶν Ἀριστοτέλους οὕτως ἔχοντας· Τέλος ἐστὶν οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ μηδενὸς ἕνεκεν· ἢ οὕτως· οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ οὐκ αὐτῶν ἕνεκα· ἢ οὕτως· διʼ οὗ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδὲν ἄλλο· ἐκ δὲ τῶν Ἡροφίλου περὶ Στωϊκῆς ὀνομάτων χρήσεως οὕτως· Τέλος δʼ εἶναι λέγουσι (17) κατηγόρημα οὗ ἕνεκεν τὰ λοιπὰ πράττομεν, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· τὸ δὲ συζυγοῦν τούτῳ, καθάπερ ἡ εὐδαιμονία τῷ εὐδαιμονεῖν, σκοπόν· ὃ δὴ ἔσχατόν ἐστι τῶν αἱρετῶν.

Εἰ δὲ καὶ οἱ περὶ Θεοῦ ὅροι, καὶ ὅσα σημαίνεται ἐκ᾿ τῆς Θεός προσηγορίας, χρήσιμόν τι ἡμῖν παρἐξουσιν, ἐκλεξαμένοις ἀπʼ αὐτῶν τοὺς διαφέροντας τῇ Γραφῇ, καὶ αὐτὸς ἐπιστήσεις. Φησὶν οὖν ὁ αὐτὸς Ἡρόφιλος· Θεὸν μὲν γενικώτατα λέγουσι ζῶον ἀθάνατον, λογικὸν, καθὸ πᾶσα λογικὴ ψυχὴ Θεός ἐστιν. Ἄλλως δὲ, ζῶον ἀθάνατον, λογικὸν, καθʼ αὑτὸ ὅν· ὡς τὰς ἐν ἡμῖν περιεχομένας ψυχὰς μὴ εἶναι θεούς· ἀπαλλαγείσας δὲ τῶν σωμάτων ἔσεσθαι. Κατʼ ἄλλον δὲ τρόπον, Θεὸν λέγεσθαι ζῶον ἀθάνατον, λογικὸν, σπουδαῖον· ὥστε πᾶσαν ἀστείαν ψυχὴν Θεὸν ὑπάρχειν, κὰν ἐν ἀνθρώπῳ περιέχηται· ἄλλως δὲ λέγεσθαι Θεὸν τὸ καθʼ αὐτὸ ὂν ζῶον ἀθάνατον, σπουδαῖον· ὡς τὰς ἐν ἀνθρώποις σοφοῖς περιεχομένας ψυχὰς μὴ ὑπάρχειν θεούς. Καὶ ἔτι ἄλλως λέγουσι Θεόν· Ζῶον ἀθάνατον, σπουδαῖον , ἔχον τινὰ ἐπιστασίαν ἐν τῷ κόσμῳ κατὰ τὴν διοίκησιν, ὃν τρόπον ὁ ἥλιος καὶ ἡ σελήνη. Ἄλλως δὲ λέγει Θεὸν τὸν πρῶτον διοικητικὸν τοῦ κόσμου. Ἐπὶ πᾶσι δὲ Θεὸν λέγουσι· Ζῶον [*]((17) Τέλος δʼ εἶναι λέγουσι, etc. S. Hilarius pro- logo in librum Psalmorum num. 18 : « Finis est cujus causa cætera fiunt, ipse autem nulli alii cansam suam præstat. Ob finem enim umnia, nihil)

1056
ἄφθαρτον καὶ ἀγέννητον, καὶ πρῶτον ῤασιλέα, ἤν ἔχει χώραν ὁ σύμπας κόσμος.

Εἰς πέντε βιβλία (18) διαιροῦσιν Ἐβραῖοτ τήν τῶν Ψαλμῶν βίβλον· ὧν τὸ μὲν πρῶτον· « Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. » ἕως τῶν τελευταίων τοῦ τεσσαρακοστοῦ· τὸ δὲ δεύτερον· « Ὅν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος, » ἕως πρώτου ἑβδομηκοστοῦ· τὸ δὲ τρίτον· « Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς τοῖς εὐθέσι τῇ καρδίᾳ, » ἕως πή· τὸ δὲ τέταρτον· « Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ,» ἕως τοῦ ρε΄· τὸ δὲ πέμπτον· « Ἐξομολογεῖσθε τῷ Κυρίῳ, » ἕως τῶν ἐσχάτων.