Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Σὺ ἠτίμασας εὐθύτητας, κ. τ. ἑ. Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς, ἤτοι τὰς ἀρετάς.

Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, κ. τ. ἑ. Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον Θεοῦ.

Καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένος τὸ ὄνομα αὐτοῦ, κ. τ. ἑ. Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν.

Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς, κ. τ. ἑ. Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσὶ, διʼ ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ Κύριος.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, κ. τ. ἑ. Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι Θεός.

Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ, κ. τ. ἑ. Πύλαι σοφίας, ἀρεταί· διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, κ. τ. ἑ. Τὸν περὶ Προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον.

Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας.

Πορευόμενος ἐν ὀδῷ ἀμώμῳ, οὖτός μοι ἐλειτούργει, κ. τ. ἑ. Χρηστέον τὸ ῥητὸν πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων.

Τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως, κ. τ. ἑ. Νῦν πόλιν Κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους.

Ἠγρύπνσηα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι, κ. τ. ἑ. Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία.

Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, παὶ τὸ πόμα χου μετὰ κλαυθμοῦ ἐκίρνων, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαἴς τερπομένους.

Κἀγὼ ὡσεὶ χόρτος ἐδηράνβην· σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, κ. τ. ἑ. Ἐγὼ μὲν πρόσ- [*](Rom. I, t7. Joan. v, 38.)

1560
καιρος καὶ θνητὸς, σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος.

Μὴ ἀναγάγῃς με ἐν ἡμίσει μερῶν μου, κ. τ. ἑ. Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης.

Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, κ. τ. ἑ.

Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατʼ οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· « Παράγει γὰρ, φησὶν ὁ Ἀπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου. »