Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, κ. τ. ἑ. Τὰ ἐντὸς τοῦ ἔσω ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ, καὶ ἐπιβλεπτικὴ, καὶ ἑρμηνευτικὴ, καὶ ἡ φανταστικὴ, καὶ ἡ μνημονευτική.

Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἠ νεότης σου, κ. τ. ἑ. Τὸ γῆρας ἀποδύεται ὁ ἀετὸς, ὡς καὶ ὁ ἄνθρωπος τὸν παλαιὸν ἄνθρωπον ἀποδύεται τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ. Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἐλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν.

Ἄνθρωπος ὡσεὶ χόρτος οἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει, κ. τ. ἑ. Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητὸς, εὐμάραντος καὶ πρόσκαιρος.

Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, κ. τ. ἑ. Μετὰ θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ.

Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος εἰς τοὺς φοβουμένους αὐτὸν. κ. τ. ἑ. Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀῒδιος, τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀΐδιον.

Καὶ ἡ δικαιοσύση αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. κ τ. ἑ. Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνέύματος τῆς υἱοθεσίας ἠξιωμένοι.

Καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, κ. τ. ἑ. Οὗτος μέμνηται τῶν ἐντολῶν, ὁ ζῶν κατʼ αὐτάς.

Καὶ ὁ βααιλεία αὐτοῦ πάντων δεσπόζει, κ. τ. ἑ. Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει.

Ἀναβαλλόμενος φῶς ὡς ίμάτιον, κ. τ. ἑ. Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φθ τισθήσεται ὑπʼ αὐτοῦ.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ. Διὰ τί οὐκ εἶπεν, « ἐκτείνας, » ἀλλʼ « ἐκτείνων, » ἢ ἅπαξ μὲν αὐτὸν κατʼ οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ « Ποιῶν Πλειάδα. καὶ Ἔσπςρον, καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. »

1561

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἐ. Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἐ.

Ὁ μὲν Ἰὼβ εἶπε· « Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· » ὁ δὲ Δαυῖδ, « ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.

Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη Θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα.

Ἄβυσσος ὡς ἱμάτιαον τὸ περιβόλαιον αὐτοῦ, κ. τ. ἑ. Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ Θεοῦ διὰ τῆς ἀβύσσου παρίστησι.