Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀνὴρ ἄφρων οὐ γνώσεται, κ. τ. ἑ. Ἔκπτνος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία.
Ὄτι ἰδοὺ οἱ ἐχθροί σου ἀπσλοῦνται, κ. τ. ἑ. Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ Θεός.
Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, κ. τ. ἑ. Γῆρας δικαίου γνῶσις ἀληθής· καὶ νεότης αὐτοῦ ἀτάθεια ψυχῆς.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, κ. τ. ἑ. Οἱ δίκαιοι, φυτευθόντες ἐν τῇ γνώσει τῇ τοῦ Κυρίου, πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους, διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς.
Καὶ οὐκ ἔστιν ἀδικία παῤ αὐτῷ, κ. τ. ἑ. Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.