Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκην ώματί σου. κ. τ. ἑ. Εἰ βούλοιτό τις μὴ περιπεσεῖν μάστιγι, νέσθω οἷκος Θεοῦ.

Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, κ. τ. ἑ. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.

Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, κ. τ. ἑ. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δἱ λίθος τὴν ἁμαρτίαν.

Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, κ. τ. ἑ. Σωτήριον τοῦ Θεοῦ ἐστιν ὁ Χριστός.

Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετʼ ᾠδῆς ἐν κιθάρᾳ. κ. τ. ἑ. Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.