Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, κ. τ. ἑ. Αὐτὸς μὲν ὁ Δαυῒδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ Κυρίου.

Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πασας τὰς ἁμαρτίας αὐτῶν, κ. τ. ἑ. Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος τὰς ἁμαρτίας ἀφίστησι· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει.

Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, κ. τ. ἑ. Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης· τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ, ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται.

Δικαιοσύνη ἐνώπιον αὐτοῦ πρυπορεύσεται, κ. τ. ἑ. Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστὶν, ἀφʼ ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνομάζονται.

βῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἔλπίζοντα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ γνῶσις ἡ τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς.