Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἶπον· Δεῦτε, καὶ ἐξολοθρεόσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραήλ ἔτι, κ τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπʼ ἀπωλείᾳ ψυχῆς.

Οἵτινες εἶπον· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, κ. τ. ἑ. Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος Θεοῦ.

Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, κ. τ. ἑ. Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς.

Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, κ. τ. ἑ. Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὅνομα Κυρίου.

Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εῖς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας.