Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
δοῦ αὐτοῦ. Οὐδὲν οὕτω (26) παρακαλεῖ ψυχὴν ὡς μνήμη Θεοῦ.
Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Τοῦτο γνώρισμά (27) ἐστι πολλῆς ἀγρυπνίας.
Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, κ. τ. ἑ. Ὁ κινηθεὶς μὲν (28) ὑπὸ ὀργῆς, ἢ λύπης, ἢ τῶν λοιπῶν, ἐγκρατευσάμενος δὲ μηδὲν ἀπὸ ὀργῆς, ἢ λύπης, ἥ τινος τῶν παθῶν, εἴποι ἄν·« Ἐταράχθην, καὶ οὐκ ἐλάλησα. »
[*](49 Prov. vi, 4,5. 50 Psal. 11, 2.)[*]((18) Διʼ ὃ καλῶς, etc. Codex Coislinianus primus.)[*]((19) Οὔτως ἄνδρες πλούτου, etc. Idem.)[*]((20) Οἱ δαίμονες, etc. Codex Coislinianus secundus.)[*]((21) Ἀφαιρεῖται πνεύματα, etc. Idem.)[*]((22) Ὅτε πᾶσα φωνή, etc. E codice Coisliniano secundo.)[*]((28) Ὁ κινηθεὶς μέν, etc. E Coisliniano secundo.)Διελογισάμην ἡμέρας ἀρχαίας και ἔτη αλώνια ἐμνήσθην, κ. τ. ἑ. Ὁ τὰ ἄδηλα (29) καὶ τὰ κρύφια τοῦ Θεοῦ ἐγνωκὼς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων, καὶ τῶν ἐν αὐτοῖς ἐτῶν, καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας.
Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε (30)· Νοῒ καὶ τῷ πνεύματι ἠδολέσχουν.
Ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; κ. τ. ἑ. Ὡς κόπτοντος αὐτοῦ (31) τὸ ἔλεος ἐπί τισιν, εῖρηται ἀλλαχοῦ τὸ, « Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. »
Καὶ εἷπα· Νῦν ἠρξάμην, αὔτη ἡ ἀλλοἱωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, κ. τ. ἑ. Οὐδέποτε ἤρξατο (32) κεκραγὼς πρὸς Θεὸν, καὶ ἐν ἡμέρᾳ θλίψεως ζητήσας αὐτὸν, καὶ μὴ ἀπατηθεὶς, καὶ ἐπὶ τῷ μεμνῆσθαι τοῦ Θεοῦ εὐφρανθεὶς, προκαταλαβόντων φυλακὰς τῶν ὀφθαλμῶν αὐτοῦ. Δεξιὰ δὲ τοῦ Ὑψίστου ὁ Σωτὴρ, ὅς ἠλλοίωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, διʼ ὃν ἠρξάμεθα ἐν τῇ Καινῇ προευτρεπισάμενοι εἰς τὸ ἄρξασθαι τοὺς τύπους παύεσθαι, ἄρχεσθαι δὲ τὴν ἀλήθειαν.