Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἀλλοίωσιν λέγει (33) ἑνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιτ ἐπάνοδον.

Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡςό Θεὸς ἡμῶν;κ.τ.ἑ.Ἤτοι ἐν παντὶ (34) ἀγίῳ ἡ ὁδὸς τοῦ Θεοῦ, ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ ὁ γὰρ εἰπὼν, « Ἐγώ εἰμι ἡ ὁδὸς, » ἐν τῷ ἁγίῳ ἐστίν.

Τοῦ αὐτοῦ. Ὅρα εἰ διὰ τούτων (35) εὐφραίνεται ὅτι εἰσὶ μέν τινες θεοὶ, οὐδεὶς δὲ μέγας ὡς ὁ Θεὸς ἡμῶν, καὶ εἰ συγχρήσασθαι εἰς ταῦτα ἔστι τῶ· « Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, » κ. τ. ἑ.

Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δὔναμιν σου, κ. τ. ἑ. Τουτέστι τὸν Χριστόν (36)· Χριστὸς γὰρ δύναμις καὶ Θεοῦ σοφία.

Ἐταράχθησαν ἄβυσσοι, κ. τ. ἑ. Αἱ ἄβυσσοι (37) τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν.

Φωνὴ τῆς βροντῆς σου ἐν τροχῷ, κ. τ. ἑ. Ὁ τροχὸς (38) ἢ τὸν αἰῶνα σημαίνει τοῦτον, ἢ τὸν κόσμον τὸν αἰσθητὸν, ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχὴν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει.

Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, κ. τ. ἑ. Πρώτη μὲν (39) ἡ βροντὴ τῆς ἀστραπῆς, ἡ δʼ ἀστραπὴ ὁρᾶται πρώτη.