Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ, καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φσῦερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, κ. τ. ἑ. Ἀφαιρεῖται πνεύματα (21) ἀρχόντων ὁ φοβερὸς τῶν βασιλέων τῆς γῆς. Πνεῦμα δὲ ἀρχόντων ἐστὶν ἐν τοῖς ἀρχομένοις ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. Πνεῦμα δὲ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ἦν καὶ ἐν Ἰούδᾳ τῷ προδιδόντι τὸν Ἰησοῦν. Φοβερὸς δὲ τούτοις τοῖς πνεύμασι γενόμενος ὁ Σωτὴρ, ἀφαιρεῖ αὐτὰ ἀπὸ ἐνεργούντων ᾧ αὐτὸς οἶδε καιρῷ, ἵνα μετανοἡ σωσιν. Οὕτω δὲ καὶ φοβερός ἐστι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, περὶ ὧν εἴρηται· « Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. »

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι, κ. τ. ἑ. Ὅτε πᾶσα φωνὴ (22) ἡμῶν κατὰ Θεόν ἐστι, τότε ἐπὰν γένηται πρὸς αὐτὸν ἡ φωνὴ ἡμῶν, προσέχει ἡμῖν ἀμίαντον ἔχουσι τὴν φωνήν.

Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεόν ἐξεζήτησα, κ. τ. ἑ. Διὰ τῆς πρακτικῆς (23) ἐν τῷ νῦν αἰῶνι τὸν Θεὸν ἐκζητοῦμεν.

Τοῦ αὐτοῦ. Ἀγίου τὸ (24) ἐν περιστάσεσι μὴ θο λοῦσθαι, ἀλλʼ ἐκζητεῖν τὸν Θεόν.

Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ, κ. τ. ἑ. Ἡ μηδὲ τὴν ἀρχὴν (25) λυπουμένη ψυχὴ ἐπὶ τοῖς πειρασμοῖς, ὡς μὴ δεομένη παρακλήσεως, ἀπαναίνεται παρακληθῆναι.