Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων κ. τ. ἑ. Τουτέστι, διδάσκεις (16) ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων.
Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ κ. τ. ἑ. Τὸ ταράττεσθαι (17) ἀσυνέτων ἐστί· συνετο γὰρ οὐ ταράσσονται.
Ὕπνωσαν ὕπνον αὐτῶν, κοὶ οὐχ εὖρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν, [*]((15) Τόξα νῦν, etc. Idem codex ms.) [*]((16 Τουτέστι διδάσκεις, etc. Idem.) [*]((17) Τὸ ταράττεσθαι, etc. Codex Coisluians secundus.)
Τοῦ αὐτοῦ. Οὕτως ἄνδρες πλούτον (19), ὡς ἄνδρεςαἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες, τούτων τῶν παθῶν ὀνομάζονται.
Ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, κ. τ. ἑ. Οἱ δαίμονες (20) ἐπικαθέζονται ἵπποις καὶ ἡμιόνοις, οἷς οὐκ ἔστι σύνεσις, ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζώων ἐνεργεῖν. Ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφʼ ἃ μὴ δεῖ, ἀλόγως φερόμενοι, καὶ χρεμετίζοντες ἐπὶ ταῖς γυναιξὶ τῶν πλησίον.