Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν, κ. τ. ἑ. Γῆν λέγει (10) τὴν φύσιν τὴν λογικὴν, ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ Σωτῆρος, φθαρτικὴ κακίας καὶ ἀγνωσίας.

Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κ. τ. ἑ. « Καὶ γνόντες (11) τὴν χάριν, φησὶν ὁ Ἀπόστολος, [*](46 1Reg. ααvI, 9. ⁴¹ Calυt. n 9.) [*]((6) Νῦν ἄφρονα. etc. Ecodice Coislinianoprmno.) [*]((10) Γῆν λέγει, etc. Ex codem codice et schedis) [*]((7) Γέγραπεαι ἐν τῇ πρώτῃ, ete. E cohcs Coin Graba.) [*]((11) Καὶ γνόντες, etc. E codice Coislin. primo, hiano secundo.) [*]((8) Ἡ ἐν Χριστῷ, etc. Ex eodem.)[*]( (9) Ὁ Σύμμαχος cte. Ex eodem. et scheda Graba.)

1536
τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. »

Ὅτι ποτήριον ἐν χερὶ Κυρίου, οῖνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλανεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκετώδη Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς, κ. τ. ἑ. Νῦν μὲν αἱ κολάσεις (12) κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν· ἐν δὲ τῷ μέλλοντι ἅκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται. Ἢ καὶ οὕτω. Τὸ ποτήριον, φησὶν, ἔστιν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὅ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγα θοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τύ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀποτελεἴ· εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυγίας, τουτέστιν ὧν ἐναπομἔνουσιν αἰ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίοντα. καὶ τοῖς ἰδίοις κακοῖς μεθυσθήσονται· ὥσπερ καὶ ος ἄγιοι πάντες τὸ ποτήριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετʼ αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὴν τοῦ Κυρίου φωνήν.