Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσὰφ, κ. τ. ἑ. Γέγραπται ἐν τῇ πρώτῃ (7) τῶν Βασιλειῶν· « Καὶ εἶπε Δαυῒδ πρὸς Ἀβεσαΐ· Μὴ διαφθείρῃς αὐτὸν, » δηλονότι τὸν Σαούλ· ἅπερ ὅρα εἰ χρήσιμά ἐστι πρὸς τὴν ἐπιγραφήν.

Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθα, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου, κ. τ. ἑ. Ἡ ἐν Χριστῷ (8) Ἐκκλησία τοὺς δύο στίχους λέγει.

Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ὅταν λέβω καιρὸν, κ. τ. ἑ. Ὁ Σύμμαχος (9)· « Ὅταν λάβω τὴν συναγωγήν. » Ὄταν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν ναὸν, τότε σε ἐννόμως ὑμνήσομεν· καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Οὕτως ἃ ἐχρῆν τοὺς ἐν Βαβυλῶνι δορυαλώτους διδάξας, ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγγελίας ἀποκρουόμενον καὶ λέγοντα· « Ἐγὼ εὐθύτητας κρινῶ. » Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ Σωτὴρ τὰς οἰκείας ἐνεργείας διδάσκει, τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· « Διηγήσομαι τὰ θαυμάσιά σου, ὁ Θεὸς, ὅταν λάβω τὴν συναγωγήν· » ἐπαγγέλλεται γὰρ, καιροῦ ἐπιτηδείου λαβόμενος, πάντα τὰ θαύματα τοῦ Πατρὸς διηγήσασθαι. Δικαιοσύνης δὲ καὶ εὐθύτητος ἔργον τὸ μὴ μόνους Ἰουδαίους προσίεσθαι, ἀλλʼ ἐξ ἀπάντων ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων.