Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἴνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, κ. τ. ἑ. Ὡς πρὸς τὸ ῥητὸν (89) ταῦτά φασιν οἱ ἐν τῇ αἰχμαλωσίᾳ. Ἀπωθεῖται δὲ οὓς ἀπωθεῖται Κύριος κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν· καί τινας ἀπωθεῖται, ὧς γέγραπται, ἕως σφόδρα· οὓς δὲ « εἰς τέλος » καὶ τὰ ἔσχατα.

Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, κ τ. ἑ. Τὸ, « Εἰσελεύσεται (90), καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει, » τούτῳ χρήσιμον.

Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς, κ. τ. ἑ. Ζητήσεις ἀπὸ ποίας (91) ἀρχῆς ἐκτήσατο τὴν συναγωγὴν ἑαυτοῦ ὁ Θεὸς, καὶ τὸ πότερον προγνώσει, ἢ ἄλλως. Τὸ, « ἵνα τί » πρὸς Θεὸν λεγόμενον πευστικῶς, αἰτητικόν ἐστιν ἀποκρίσεως διδασκούσης τὴν αἰτίαν τῆς ἀπώσεως καὶ τῆς ὀργῆς· τὸ δὲ, « ὠργίσθης ἐπὶ πρόβατα, » διὰ ἱλασμὸν τοῦ ὀργιζομένου λέγεται· τοῖς γὰρ ὡς πρόβατα ἀνοήτοις συγγνώμην ἐπὶ τοῖς εἰς διάνοιαν ἡμαρτημένοις αἰτεῖ. Ἀλλὰ καὶ ἐπιλαθόμενος διὰ τὰ ἁμαρτήματα τῆς συναγωγῆς, μνήσθητι αὐτῆς γενομένης ἀπʼ ἀρχῆς κτήματος. Πῶς δὲ « ἀπʼ ἀρχῆς, » οὐκ ἐμφαίνεται, οὐδʼ ἂν ἐξ Αἰγύπτου νοῇς αὐτὴν κτῆσιν γεγονέναι Θεοῦ.

Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ, κ. τ. ἑ. Ζητήσεις εἴτε (92) ἐκτήσατο ὁ Θεὸς ὄρος Σιὼν, εἴτε ἐλυτρώσατο αὐτὸ, πῶς ἀπʼ ἀργῆς ἐκτήσατο ἢ ἐλυτρώσατο. Ζήτει μυστικῶς.

Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε, ἐν μέσῳ τῆς ἑορτῆς σου, κ. τ. ἑ. Οὐ τόπου (93), ἀλλʼ ἀρετῆς ὁ Θεός. Ἡ δὲ τοῦ τόπου μνήμη διὰ φιλανθρωπίας ἐλπίδα· ὥστε τοὺς ἐπιβάντας τοῖς ἀφιερωθεῖσι Θεῷ χωρίοις ἀμείβεσθαί φησι τοῦτο, ὅτι ὁ λόγος ὁ πονηρὸς ἐχθρὸς ἐν τοῖς ἀγίοις ἐστί. Καὶ νῦν πονηρεύεται ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἐὰν ἐκπέσῃ τις τῶν ἑορτῶν τοῦ Θεοῦ, ἐγκαυχῶνται οἱ μισοῦντες τὸν Χριστὸν καὶ ἀναιροῦντες αὐτὸν, εἴτε ὁ λαὸς, εἴτε αἱ ἀντικείμεναι δυνάμεις.

Ὡς ἐν δρυμῷ ξύλων ἀξναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ. τ. ἑ. Ταῦτα πάντα (94) πεπλήρωται ἐν τῇ τῶν Ἰεροσολύμων ἁλώσει, ὥσπερ Ἰώσηπος ἱστορεῖ καθένα διηγούμενος τῶν πεπραγμένων.

Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἀγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ. Σκήνωμα τοῦ ὀνόματος (95) τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρανίου γενόμενος.

[*](44 Joan. α, 9.)[*]((89) Ὡς πρὸς τὸ ῥητόν, etc. Ecodice Coisliniano serundo.)[*]((90) Τὸ, Εἰσελεύσεται, etc. Ex eodem.)[*]((91) Ζητήσεις ἀπὸ ποίας, etc. Εα eodem.)[*]((92) Ζητησεις εἴτε, etc. LEx eodem.)
1532

Ἴνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εῖς τέλος; κ. τ. ἑ. Εἰ διαφέρει ἡ χεὶρ (96) καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι μήποτε ἡ μὲν χεὶρ τὰ κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ, ἡ δεξιὰ δὲ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθά οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστολὴν διʼ ἀγγέλων πονηρῶν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεὸς ἐκ μέσου τοῦ κόλπου· ὡς πάλαι μὲν δεδομένων ἐκ μέσου τοῦ κόλπου ἀγαθῶν ἀπὸ τῆς χειρὸς τοῦ Θεοῦ· ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγαθὰ, καὶ διδόναι τῷ λαῷ. Ἅμα δὲ ζητήσεις εἰ δύο εἰσὶν ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ.

Ὁ δὲ Θεῖς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, κ. τ. ἑ. Ὄτε ὁ Υἱὸς (97) τοῦ ἀνθρώπου ἐποίησεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τάχα δὲ « τὸ μέσον τῆς γῆς » τὸ κέντρον αὐτῆς λέγει, σφαιροειδοῦς οὕσης.

Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, κ. τ. ἑ. Ἵνα μηκέτι (98) ἐναντίος ἢ ὁ ἄνεμος τοῖς πλέουσι μαθηταῖς, καὶ γενομένης αὐτοῖς γαλήνης γένωνται εἰς τὴν γῆν εἰς ἣν ὑπῆγον.

Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ. Διὰ τί παρῆκε (99) τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως.

Μνήσθητι ταύτης, κ. τ. ἑ. Μνήσθητι ταύτης (1) τῆς κτίσεως δηλονότι. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν οὐ τοῖς, διʼ οὓς ἡ κτίσις γεγένηται· ἢ καὶ οὕτως ταύτης τῆς συναγωγῆς ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· καὶ πρὸς ἐκεῖνο γὰρ ἀποδίδοται.

Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ. Εἰ θηρία (2) λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τθῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷ Ἰὼβ λέγει· « Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. »

Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ὲ. Μνήσθητι τῶν (3) ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι.

Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοε τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. Ἐσκοτισμένος νοῦς (4) πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.

Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. « Ἀνάστα, ὁ Θεὸς (5), [*]((2) Εἰ θηρία, etc. Ε codice Coisliniano psimσ.) [*]((3) Μνήσθητι τῶν, etc. Ex eodem.) [*]((4) Ἐσκοτισμένος νοῦς, etc. Ex codem.) [*]((5) Ἀνάστα, ὁ Θεός, cic. E codice Coisiaiase secundo.)

1533
ἔως, « ὅλην τὴν ἡμέραν. » Οὐκ εἶπε, τὴν δίκην μου, ἀλλὰ « τὴν δίκην σου. » Ἐγὼ μὲν γὰρ, φησὶ, ἐνδίκως ὑπομένω ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν διανίστησι τὸν Θεόν. Ἢ καὶ οὕτως· Μνήσθητι τῆς συνθήκης σου αὐτοῖς διὰ τοῦ Χριστοῦ δεδωρημένης. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν, καὶ οἴκων ἀνομιῶν πεπληρωμένοι οἱ μὴ καταδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σύ γε ὡς Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκεσίας. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα, ἀλλὰ σὺ, (σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων παρώξυνε·) τούτου χάριν « ἀνάστηθι καὶ δίκασον τὴν δίκην σου. »

Τοῦ αὐτοῦ. Νῦν ἄφρονα (6) τὸν διάβολον ὀνομάζει.