Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ. Ὡς ὑετὸς μὲν (60) ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸν Ἰσραήλ.

Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, κ. τ. ἑ. Ἀντὶ τοῦ (61), μέχρι τῆς συντελείας. Σελήνης γὰρ ἀναιρουμένης, ἀναιρεῖται χρόνος· χρόνου δὲ ἀναιρεθέντος, τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν, ὡς ἄρχουσαν τῆς νυκτός.

Ἐνώπιον αὐτοῦ προσπτεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσὶς καὶ αἰ νῆσοι, κ. τ. ἑ. Διαφορὰν (62) οἶμαι δηλοῦσθαι ἐν τούτοις τῶν τῷ Χριστῷ προσιόντων.

Τοῦ αὐτοῦ. Θαρσεῖς ἔθνος (63) Αἰθιοπικόν ἐστιν. Ἔτι τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον. ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· « Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς. » Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ δὲ πόλις τῆς Ἰνδίας, ἀφʼ ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομῶντα. Θαρσεῖς δὲ ἑρμηνεύεται κατάσ κοπτοι, κατασκοπὴ εὐφροσύνης καὲ χαρᾶς.

Πάντα τὰ ἔθνη δουλεύσουσαν αὐτῷ, κ. τ. ἑ. Εἰ δουλεύσουσιν (64) αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ.

[*](24 Matth. ν, . 25 Prov. Xm, 8. 26 Joan. Xm, 18. 27 Philip. n, 10.)[*](mus, at schedæ Grabi.)[*]((61) Ἀντὶ τοῦ, etc. Idem codex et schedæ Grabi.)[*]((62) Διαφοράν, etc. Coislinianus secundus.)[*]((63) Θαρσεῖς ἔθνος, etc. Coislinianus primus.-)[*]((64) Εἰ δουλεύσουσιν, etc. Codex Coishmanu secundus, et schedæ Grabi.)
1525

Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, κ. τ. ἑ. Ζῇ Χριστὸς (65) ἐν τοῖς δεχομένοις αὐτόν· « Ζῶ » γὰρ, φησὶν, « οὐκέτι ἐγώ· ζῆ δὲ ἐν ἐμοὶ Χριστός. » Ἕτερος δέ φησι περὶ Σολομῶντος ὅτι καὶ Ἄραβες καὶ οἱ προσεχεῖς ἐπιχώριοι φόρον αὐτῷ τελοῦσιν.

Καὶ προσεύξονται περἱ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν, κ. τ. Λέγοντες (66)· « Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθʼ ἡμέραν. »

Τοῦ αὐτοῦ. Μαθόντες (67) οἱ ἄγιοι, ὡς οὐδεὶς τῶν γεννητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυνάστου συνεχῶς εὐχὴν τῷ Πατρὶ ἀνέπεμπον.

Ὑτεραρθήσεται ὑπέρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ. Λίβανον λέγει (68) πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺς Ἰσραήλ.

Τοῦ αὐτοῦ. Καρπὸς Χριστοῦ (69) τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τραπικῶς Λίβανον καλεῖ.

Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν, κ. τ. ἑ. Ὁ Παῦλός (70) φησιν· « Ὁ μακάριος καὶ μόνος δυνάστης. »

Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, τοῖς εὐθέσι κερδίᾳ, κ. τ. ἑ. Εἰς τὸ ἐφʼ ἑαυτῷ (71) πᾶσιν ἀγαθός ἐστιν ὁ Θεός· « Σωτὴρ » γάρ « ἐστι πάντων ἀνθρώπων, μάλιστα πιστῶν. » Μήποτε δὲ τὸ γεγραμμένον ἴσον δύναται τῷ, Θεωρεῖται τοῖς εὐθέσι τῇ καρδίᾳ ἀγαθός ἐστιν ὁ Θεός. Πῶς γὰρ οὐχὶ καὶ τοῖς κακῶς ἔχουσιν ἀγαθός ἐστιν ὁ ἰατρὸς, οὗ χρῄζουσιν;

Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ. Εἰρήνην νῦν (72) τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.

Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, κ. τ. ἑ. Ἀνάνευσιν λέγει (73) τὴν μνήμην τοῦ θανάτου· ὅθεν ὁ Σύμμαχος, « Ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν, » πεποίηκεν.

Περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαναὐτῶν, κ.τ.ἑ. Ἡ μὲν ἀδικία (74) ἐν τῷ κακῷ βίῳ θεωρεῖται, ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι.

Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, κ. τ. ἑ. « Ἐξίεσαν ἀπὸ λίπους (75) οἱ ὀφθαλμοὶ, » κατὰ Σύμμαχον.

Ἔθεντο εἰς οὐρανόν τὸ στόμα αὐτῶν, καὶ ὁ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς, κ. τ. ἑ Τὸ, [*](28 Gal. 11, 20. 29 Luc. 11, 3. 30 I Tim. vi, 15. 31 I Tim. iv, 10.) [*]((65) Ζῇ Χριστός, etc. Idem codex mss. et schedæ Grabii,) [*]((66) Αέγοντες. coislinianus primus.) [*]((67) Μαθόντες, etc, Coislinianus secundus.) [*]((68)Αἰβανον λέγει, ect. Codex Coislinianus primus, et schedæ Grabii.) [*]((69) Καρπὸς Χριστοῦ, etc. Coislinianus secundus.) [*]((70) Ὁ Παῦλος, etc. Codex Coislinianus primus et schedæ Grabii.)

1529
« Ὁ κολλώμενος τῷ Κυρίῳ ἒν πνεῦμά ἐστιν. » Ἄμα δὲ καὶ μανθάνομεν διὰ τούτων τὴν τοῦ ἀγαθοῦ Θεοῦ οὐσίαν.