Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Οὐδένα τῶν ἀνθρώπων (6) ἄκοντα ἁρπάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· » καί· « Ἐὰν θέλητε, καὶ [*]((4) Ἐντεῦθεν, οἶμαι, etc. Codex Coislinianus pimus et schedæ Grabii.) [*]((5) Εἱ καὶ ἀπέδωκεν, etc. Codex Coislini nra secundus.) [*]((6) Οὐδένα τῶν ἀνρρώκεν, etc. Idem.)

1513
εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. » Ἡρπάνη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ.

Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, παὶ αἱ πλημμέλειιαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. Οὐ πάντων (7) τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γενομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς.

Τοῦ αὐτοῦ. Ἐπειδὴ ψευδομάρτυρες (8) ἔστησαν κατʼ ἐμοῦ, σὺ οἶδας, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται· οὐ γὰρ ἂν ἐκρύβησάν σοι. Καὶ ἄλλως δέ· Ὅτι τὰς ἡμετέρας ἀνεδέξατο ἀμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ ταύτας, φησὶ, τὰς πλημμελείας, ἃς ὑπὲρ ἀνθρώπων ἀεδεξάμην, σὺ ἔγνως.

Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ, κ. τ. ἑ. Οὗτος ὁ στίχος (9) τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. Τὸ, « Κατέφαγέ με, ὁ Σύμμαχος, « κατανάλωσεν, » ἐξέδωκεν.

Τοῦ αὐτοῦ. Εἴποι δʼ ἂν ταῦτα (10) καὶ πᾶς ὑπὲρ τοῦ Δημιουργοῦ λέγων πρὸς τοὺς προσκόπτοντας τῇ Προνοίᾳ, ἢ πρὸς τοὺς κακολογοῦντας τὸν κτίσαντα ἑτεροδόξους. Καὶ μάλιστα ὑπὲρ τοῦ Θεοῦ ὀνειδιζόμενος λέγοι ἄν· « Οἱ ὀνειδισμοὶ, » καὶ τὰ ἐξῆς.

Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. Τοῦτο οἱ μαθηταὶ (11) ἐμνήσθησαν, ὡς ἐν τῷ κατὰ Ἰωάννην γέγραπται· « Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. »