Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὔδατα ἕως ψυχῆς μου, κ. τ. ἑ. Ὕδατα λέγει (99) τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν.

Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὐπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, κ. τ. ἑ. Οὐδὲν τοιοῦτον (1) εὑρίσκομεν παθόντα τὸν Δαυῒδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν Σωτῆρα ἀναφέρεται ὁ ψαλμὸς διὰ τὸ, « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, » οὐδὲ ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός.

Τοῦ αὐτοῦ. Εἰ ἐν τῷ (2) πρὸ τούτου ψαλμῷ τὸ λέγον πρόσωπον ἐδίδασκε πῶς εἰς Βασὰν κατῆλθε, καὶ ἔλεγεν, « Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, » ἕπεται τοίνυν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα λέγοντα. Αὐτὸς τοίνυν ὁ Θεὸς Λόγος εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθʼ ὅν εἴληφεν ἄνθρωπον πάθη. Δηλοῖ δὲ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος αὐτὸς καταβὰς διεξῆλθεν.

Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου, κ. τ. ἑ. Τοῦτο πρὸς τὸ (3) ἀνήκοον τῶν μὴ πειθομένων αὐτοῦ τῇ διδασκαλίᾳ λέγεται. Εἰ δὲ καὶ πρὸς τὸ μὴ δεῖν ἐκκακεῖν προσευχόμενον, ἀλλὰ βοᾷν ἡμέρας καὶ νυκτὸς πρὸς τὸν Θεὸν, εἶπε κεκοπιακέναι ἐν τῷ κράζειν, συμφώνως τὸ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων συνεπίσκεψαι.

Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἑκδιώκοντές με ἀδίκως. Ἄ οὐχ ἥρπιιασα, τότε ἀπετίννυον, κ. τ. ἑ. Ἐντεῦθεν, οἶμαι (4), δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων.

Τοῦ αὐτοῦ. Εἰ καὶ ἀπέδωκεν (5) ἃ μὴ ἥρπασεν, ἀλλʼ οὖν ἡμᾶς ἐλυτρώσατο (καὶ τοῦτό ἐστιν ἀποτιννύναι), ἐξαλείφων τὸ καθʼ ἡμῶν χειρόγραφον. Ἀ ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενα καθʼ ἡμῶν, ἐξήλειπται ταῦτα καὶ ᾖρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτιῶν δοθείσης.