Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀναστήτω ὁ Θεὸς, κ. τ. ἑ. Ὁ Μωυσῆς φησιν (73)· « Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, καὶ φυγέτωσαν οἱ μισοῦντές σε. »

Καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσὠπου αὐτοῦ, κ. τ. ἑ. Μισοῦσι τὸν κτίσαντα (74) οἱ κακολογοῦντες τὴν Πρόνοιαν, ἢ τὰς παλαιὰς Γραφὰς, ἀλλὰ καὶ τὰ ἐχθρὰ τῇ ἀγάπῃ πράττοντες. « Ὁ [*](2 I Cor. IV, 4. 3 Psal. XVIII, 17. ⁴ Joan. XIV, 6. Galat. V, 22. 6 Num. X, 35. 7 Joan. IV, 16.) [*]((72) ὅσοι γήϊνοι, etc. Eædem.) [*]((73) Ὁ Μωὕσῆς φησιν, cte. Codex Coi Coislinianus primus.) [*]((74) Μισοῦσι τὸν κττίσαντα, etc. Coislinianus secundus.)

1505
γὰρ Θεὸς ἀγάπη ἐστίν. » Ἥ μισοῦντας Θεὸν καταφεύγοντας ἀπὸ προσώπου αὐτοῦ λέγει τοὺς περὶ πρακτικὴν κακίαν ἔχοντας. Εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ αὐτόν. Οὗτοι δέ εἰσιν οἱ μισοῦντες τὸν Θεὸν, οἱ τὰ μεμισημένα αὐτῷ πράττοντες.

Ὡς ἐκλείπει καπνὸς, κ. τ. ἑ. Ταῖς παραβολαῖς (75) ἐψφαντικωτέραν τῶν ἐναντίων τὴν ἀπώλειαν ἐργάσασθαι βουλόμενος, ἐμνημόνευσε καὶ καπνοῦ καὶ κηροῦ· αὕτη γὰρ ἡ κηροῦ φύσις πυρὶ πλησιάζοντος τήκεσθαι καὶ ἀπόλλυσθαι. Οὕτως οὖν, φησὶν, ἅπαντας αὐτοὺς ἀναλώσεις, ὥσπερ τὸ πῦρ τὸν κηρόν.

Τοῦ αὐτοῦ. Οὐ πῦρ ὡς ἄγγελοι (76), οὐδὲ φῶς ὡς οἱ δίκαιοι, ἀλλʼ ὡς καπνός εἰσιν οἱ μισοῦντες, καπνὸς ὁ βλαβερὸς ὄμμασιν. ι Ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, » καὶ τὰ ἐξῆς. Ὥσπερ σῖτος μὲν οἱ δίκαιοι, ἄχυρον δὲ οἱ ἄδικοι· οὕτω μέλι μὲν οἱ σοφοὶ, κηρὸς δὲ οἱ ἑτερόδοξοι, ὅς καὶ τήκεται ὑπὸ τοῦ ἐν τῷ δικαίῳ πυρὸς καθαιροῦντος τὸ σύστημα τῶν ἐναντίων τῷ ἀληθεῖ λόγῳ. Τὸ δὲ πῦρ τοῦτο ὁ Θεός ἐστι· τὸ δὲ αὐτὸ πρόσωπον τοῦ Θεοῦ τήκει μὲν ἁμαρτωλοὺς, δικαίους δὲ εὐφραίνει.