Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Προκηρύττει (69) τοῦ Θεοῦ Λόγου τὴν ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἀπάντων τὴν σωτηρίαν· ὅθεν « εἰς τὸ τέλος » ἐπιγέγραπται. Καὶ ἐπεὶ μὴ ἀνθρώπινα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις ἢ ἐπαίνοις, ἀλλʼ « ἐν ὕμνοις » ἐπιγέγραπται ὁ ψαλμός. Θεῖος οὖν ὁ ὕμνος τυγχάνων, τῷ δὲ καὶ πράξεις δηλοῦν τοῦ Σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην, ἐν ξϚ΄ τέτακται ἀριθμῷ, τελείῳ τυγχάνοντι καὶ ἐν μονάσι καὶ ἐν δεκάσι.

Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὀδόν σου, κ. τ. ἑ. Ἐν τῇ γῇ (70) ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ὀδός. »

Καὶ ἔνη ἐν τῇ γῇ ὁδηγήσεις, κ. τ. ἑ. Ὁδηγεἴ ἠμᾶς (71) διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθῶν δογμάτων.

Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς, κ. τ. ἑ. Ὅσοι γήινοι (72) ὄντες ἐγένοντο ἐπουράνιοι, δηλονότι διὰ μετανοίας. « Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, ἀγάπη, εἰρήνη, μακροθυμία, » καὶ τὰ ἐξῆς. Ὥσκπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐξῄτησεν. Οἱ εὐλογοῦντες δὲ τὸν Θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν θεβαιοἴ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν καρπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν· εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.