Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου, κ. τ. ἑ. Ἔστι τις φωνὴ (21) καρδίας ἀκουστὴ μόνῳ Θεῷ. « Ἀπὸ φόβου ἐχθροῦ, » ἤτοι ἀπὸ τοῦ φοβεῖσθαι τὸν ἐχθρὸν, «ἐξελοῦ τὴν ψυχήν μου· » ἢ « ἀπὸ φόβου, » ὅς φόβος οὐ φίλος, ἀλλʼ ἐχθρός ἐστι. Φίλος μὲν ὁ τοῦ Θεοῦ ἐπιστημονικὸς φόβος, ἐχθρὸς δὲ ὁ μὴ τοιοῦτος φόβος· ὁποῖος ὁ τῶν ἑτεροδόξων, ἣ ὁ τῶν ὁποίων δηποτοῦν, ἀλλὰ παρὰ τὸν Θεὸν, φοβουμένων· περὶ ὧν δύναται τὸ ἐν Ἠσοΐᾳ πνεῦμα παραστατικῶς εἰρηκέναι· « Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ᾿ [*](77 Psat. VI, 7. I Cor. VI, 17. 79 Isa. VIII, 12.) [*]((16) Πιθανὸν εἰς ἁγνείαν, ete. Catena Corderii.) [*]((17) Εἰ ὁ κολλώμενος, ete. Schedæ Grabii.) [*]((18) Ὅσω χεῖται, cte. Calena Cordeii.) [*]((19) Ἵνα πιστεύσατες, cic. Codex Coisliniansus)

1492
οὐ μὴ ταραχθῆτε » ἀπὸ συστροφῆς πονηρευομένων τῶν ἑτεροδόξων ἐν πίστει. Ἀντὶ « συστροφῆς,» άποῤῥήτρυ Ἀκύλας εἶρηκεν· ὁ δὲ Σύμμαχος « σκέψεως. » — « Ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν, » τῶν τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδευόντων.

Τοῦ αὐτοῦ. Ἐχθρὸς φόβος (22) ἐστὶν ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος, ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει. « Θαρσεἴτε γὰρ, φησὶν, ἐγώ εἰμι· μὴ φοβεῖσθε. »

Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν, κ. τ. ἑ. Οἱ ἱκανοὶ (23) ὑπὲρ τῶν ψευδῶν δογμάτων « ἐνέτειναν τόξον πρᾶγμα πικρόν· » γλυκὺ δὲ τὸ τῶν προῖσταμένων τῆς ἀληθείας. Ἀντὶ τοῦ « πρᾶγμα, » ῥῆμα Ἀκύλας εἶπε, « Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμσν, » Ἀκύλας « ἁπλοῦν. » Τὰ βέλη μέντοιγε, ἐν οἷς τὸν ἄμωμον ἢ ἀπλοῦν κατατοξεύουσιν οἱ ἀκονήσαντες ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, οἱ ἀπόκρυφοί εἰσι καὶ μυστηριώδεις αὐτῶν λόγοι.

Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, κ. τ. ἑ. Θεὸς μὲν (24) ἀγαθὸν κραταιοῖ λόγον, ἄνθρωπος δὲ πονηρόν. Διόπερ ὁ μὲν Θεὸς ἐκραταίωσε θείᾳ δυνάμει τὸν ἑαυτοῦ λόγον· ἄνθρωποι δὲ ἐαυτοῖς τῇ καλουμένῃ διαλεκτικῇ φιλοσοφίᾳ, καὶ κενῇ ἀπάτῃ διηγήσαντο τοῦ κρύψαι παγίδα, οἱ πιθανοῖς σοφίσμασι καὶ λόγοις ἀπατηλοῖς ἐπατῶντες, ἐν οἷς λανθάνον κεκρυμμένον ἐστὶ τὸ παγιδεύειν. Εἶπαν, Τίς ὄψεται αὐτούς; » Μέγα φρονοῦντες ὡς ἐπὶ δυσθεωρήτοις οἷς εὑρίσκειν νομίζουσι, κραταιοῦντες ἑαυτοῖς λόγον πονηρὸν, ἐξηρεύνησαν ἀνομίαν. Δέον τὸν νόμον ἐρευνᾷν, ϊνα ὁ ἐν αὐτῷ εὑρεθῇ πνευματικὸς νοῦς· οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν ἀνομίαν.