Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. Εἰ ὁ κολλώμενος (17) τῷ Κυρίῳ ἔν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυῒδ τῷ Κυρίῳ, ἄρα ἔν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. Καὶ Μωϋσῆς ὅτε τὰ ὀπίσθια εἶδε τοῦ Θεοῦ, τότε ἐκολλήθη ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Θεοῦ.

Εἰσελεύσονται εἰς τὰ κατώτατα, κ. τ. ἑ. Ὅσῳ χεῖται (18) ἡ κακία τινὸς, τοσούτῳ κατωτέρω γινόμενος, εἰσέρχεται εἰς τὰ κατώτερα τῆς γῆς. Τροπικῶς δὲ « χεῖρες ῥομφαίας, »ὡς χεῖρες γλώσσης. « Μερίδες ἀλωπέκων ἔσονται. » Φασὶ, τοὺς λέοντας, ἐπειδάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ οἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν· ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν· ἐπεὶ οὖν ἐσθίουσιν αὗται τὰ παῤ ἐκείνοις ἤδη ἀναιρεθέντα, τοῦτό φησιν, ὅτι τιμωρίαι αὐτοὺς διάφοροι διαδέξονται, καὶ ἀπὸ τούτων εἰς ἑτέρους ἐμπεσόντες, διαφόρῳ τῇ τιμωρίᾳ περιβληθήσονται.

Τοῦ αὐτοῦ. Ἵνα πιστεύσαντες (19) σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς.

Τοῦ αὐτοῦ. Τοὺς καταχθονίους (20) δαίμονας νῦν ἀλώπεκας ὀνομάζει, οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες.