Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, κ. τ. ἑ. Ὡς ἐκ προσώπου (88) τῶν Ἰουδαίων σψῶν ἀποβολὴν αὐτῶν δηλοῖ διὰ τοῦ εἰπτεῖν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες [*](59 II. Tim. Iv, 7, » Joan. VI, 14. 61 Psal. v, 6.) [*]((78) Ὁ δίκαιος, etc. Iidem mss.) [*]((79) Διὰ τό, etc. Codex Coislinianus secundus.) [*]((80) Ἐθήρευσαν, etc. Catena Corderii et codex Coislinianus secundus.) [*]((81) Ὁ λέγων, etc. Codex Coislinianus.) [*]((82) Οὐκ ἔστι, etc. Schedæ Grabii.) [*]((83) Τίς ἄρα, etc. Eædem.)

1480
ἡμᾶς, » ἣ, κατὰ Σύμμαχον, « ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς » ὅπερ δηλοῖ αὐτῶν τὴν ἀποκοπήν. Εἶτ᾿ ἐπιλέγει· « Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς· » κατὰ δὲ τὸν Ἀκύλαν· « Θυμωθεὶς μετέστρεψας ἡμᾶς.» Τοῦτον δὲ μᾶλλον τὸν λόγον ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι· μετὰ γοῦν τὴν τοῦ Σωτῆρος παρουσίαν ταῦτα πεπόνθασι. Ὅτε γὰρ ἔφθασεν ἐπʼ αὐτοὺς ἡ ὀργὴ, εἰς τέλος ἀπώσθησαν καὶ καθῃρέθησαν, καὶ ἀπεβλήθησαν, διεκόπησάν τε καὶ περιήχθησαν, διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη.

Ἴασαι τὰ συντρίμματα αὐτῆς, κ. τ. ἑ. Κινηθεῖσα (89) γὰρ, καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως, ἡ προλεχθεῖσα γῆ συντρίμματα καὶ τραύματα ἐκτήσατο· διόπερ ἐξῆς λέγεται· « Ἔδειξας τῷ λαῷ σου σκληρά.

Ἔδειξας τῷ λαῷ σου σκληρὰ, κ. τ. ἑ. Δείκνυ (90) τινι σκληρὰ, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερταί ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοὑ δὲ τῆς Γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά· ὡς ἐν τῷ, « Ποτήριον ἐν χειρὶ Κυρίου σῖνου ἀκράτου. » Ὁμωνυμεῖ δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἑκκαιδεκάτῳ ψαλμῷ, οὕτως· « Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. » Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἰ ἀρεταὶ διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς· ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρασθεὶς κακωτικῶν.

Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν. κ. τ. ἑ. Ἡμεῖς μὲν (91), φησὶ, δἰ ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο, (δῆλον δὲ ὅτι ἐν ᾧ ἐσφραγίσθημεν· ὅπως πάσης κολαστικῆς τιμωρίας ἕξω γένοιντο. Τοὑτον δὲ τοῦ σημείου τύπος ἧν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον οἶμα.

Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος (92) ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀναφέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, « Εἰσἀκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, » εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεης, σιωπᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος.

Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, κ. τ. ἑ. Ἀκηδιᾷ (93) γὰρ ὡς ἀληθῶς καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ, τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Πενθεῖ δὲ καὶ πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάνπα ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἀνομίᾳ, καὶ ἀσεβείᾳ, ᾗ ἔπραξαν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ· διὸ αὐτὸς μὲν ἔφυγε [*]((92) Ὁ αἰσθανόμενος, etc. Catena Corderii.) [*]((93) Ἀκηδιᾷ, etc. Eadem.)

1481
τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γενόμενος ἐβόα πρὸς τὸν Θεόν ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ, τὴν ψυχὴν ἀλγῶν, ἀπεκλαίετο.

Ἐν πέτρᾳ ὕψωσάς με, κ. τ. ἑ. Πέτραν σημαίνεσθαι (94) ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα, τὸν Χριστόν φημι. Ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γενόμενος., τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ « σοφία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς ») μετεωρίζεται κατὰ τὸν νοῦν, ὑψούμενος ὑπὸ τοῦ Θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ Σωτῆρι προθέμενοι, κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος, « Δεῦτε ὀπίσω μου, » ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσι, οὐκ ἅλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἵτιον ὁδοῦ. Ταύτης τῆς δωρεᾶς τυχὼν καὶ Δαυῒδ, μεθʼ ὕμνου λέγει τῷ Κυρίῳ « Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· » οὐ μόνον δὲ ὁδηγὸς, ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ· σὲ γὰρ ἰσχὺν ἔχων, καὶ ἰσχύος πύργον, ἀβλαβὴς διέμεινα· καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου, καὶ πολεμεῖν ἑλοντος. Δύναται ἀναφορὰν ἔχειν εἰς τὸ, « ἀπὸ προσώπου ἐχθροῦ, » καὶ τὸ, « ὡδήγησάς με, » εἱρμῷ τοιούτῳ· Ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ, ἐλπίς μου γεγενημένος· ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τὸ ὡδηγηκέναι με, ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. Ἐλπὶς τῶν ἀγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ Σωτήρ· περὶ οὗ φησι Παῦλος· « Καὶ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν » καὶ ἡ προφητεία· « Ἐπʼ αὐτῷ ἕθνη ἐλπιοῦσιν. » Αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁχιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι· ὅ δηλοῖ τὸ, « Τίς κατασκηνώσει ἐν ὅρει ἁγίῳ σου; » Αἰώνιον γὰρ τοῦτο ταυτὸν ὃν τῇ σκηνῇ, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πλὴν εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνὴ, ὡς καὶ Ἅγια ἀγίων εἶναι, ἀλλʼ οὖν ἐστι μετʼ αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν, καθʼ ἣν ἔσονται ἐν Πατρὶ καὶ Υἱῷ, μᾶλλον δὲ τῇ Τριάδι· διὸ παροικεῖν εἰς τοὺς αἰῶνας, ἀλλʼ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται Ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ Θεοῦ σκέπῃ.

Ἔδωκας κληρονομίαν τοῖς φοβομένοις, κ. τ. ἑ. Πλούσιος γὰρ (95) ὣν, φησὶ, καὶ μεγάλας δωρεὰς παρέχεις· μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς, κληρονομίαν αὐτοῖς δέδωκας· εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη μετὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλά γε τῷ ἤδη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἔτι τοῖς φοβουμένοις τὸ ὅνομα αὐτοῦ ὁ Θεὸς κληρονομίαν ἔδωκεν. Ἐάν τις ᾖ διαφορὰ φοβουμένων τὸν Θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις εἴρηται, ὑποδεεστέρους εἶναι τοὺς οἰκειωθέντας τῇ τοῦ Θεοῦ προσηγορίᾳ, τῶν ἑνωθέντων αὐτῷ τῷ Θεῷ· ὅρα ὡς καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοτο. ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αὕτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν.

[*](64 Cor. I, 30. 65 Matth. IV, 19. 66 I Tim. I, 1.)[*]((94) Πέτρον σημαίνεσθαι, etc. Calena Corderii.)
1484

Τοῦ αὐτοῦ. Τάχα (96) κληρονομίαν τὴν ἀνάλογον τῷ Ἰσραὴλ ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, τὴν δὲ ἀνάλογον τοῖς Λευῒταις ἔδωκε τοῖς ἀγαπῶσιν αὐτόν.