Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός μου, κ. τ. ἑ. Διὰ τὸ (79), « Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα·» καὶ διὰ τὸ, « Τὸ κράτος μου πρὸς σὲ φυλάξω, » ὁ Σωτὴρ λέγωι τὸν ψαλμόν· καὶ διὰ τὸ, « Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. »

Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, κ. τ. ἑ. Ἐθήρευσαν (80) τὴν ψυχήν μου οἱ κραταιοὶ, καὶ ἐπέθεντό μοι. Οὐκ ἐκ παρέργου, φησὶ, τὴν πρὸς ἐμὲ μάχην ἐνίστανται, ἀλλʼ ἐπίκεινται, μὴ βραχὺν ἐκδιδόντες καιρὸν, παντὶ δὲ τρόπῳ πολεμοῦντες ἡμᾶς. Κραταιοὺς δὲ εἶπεν, ὥστε καὶ ἀπὸ τῆς προσούσης αὐτοῖς ἰσχύος μείζονα δεῖξαι τὴν κατʼ αὐτοῦ ἐπιβουλήν.

Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, κ. τ. ἑ. Ὁ λέγων (81) Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· φήσει τὸ, « Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· » ἢ ὁ Σωτὴρ μᾶλλον ταῦτα φήσει.

Τοῦ αὐτοῦ. Οὐκ ἔστι (82) κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ὁδός· μὴ ἄνευ ἀνομἱας δραμόντα.

Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε, κ. τ. ἑ. Τίς ἄρα (83) ἱκανὸς εἰπεῖν τῷ Θεῷ· « Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε; »

Τοῦ αὐτοῦ. Τῷ γὰρ ἀναβαίνοντι (84) διʼ ὑγιοῦς βίου πρὸς Θεὸν ἐξεγείρεται εἰς συνάντησιν ὁ Θεός. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ πατὴρ ἀπαντᾷ τῷ ἐπανερχομένῳ πρὸς αὐτὸν υἱῷ.

Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, κ. τ. ἑ. Ῥομφαία (85) ἐν τοῖς χείλεσι τῶν δύσφημα καὶ ἀσεβῆ διδασκόντων ἑτεροδόξων.

Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νέμου σου, κ. τ. ἑ. Ἀποκτείνει τούτους (86) ὁ Κύριος οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ· « Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;

Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντάλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπιάρξουσι, κ. τ. ἑ. Ἀρὰ καὶ ψεῦδος (87) αἰτία τῆς συντελείας· ὡς εἰ μὴ ταῦτα ἦν, οὕτε ὀργὴ οὔτε συντέλεια ἦν.