Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Ὁμοίως τῷ (56) ὅφει οἱ πονηροὶ, ὡς ρηται· « Καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν, » τὴν τέρναν Χριστοῦ ἢ τοῦ δικαίου φυλάξουσι. Τοῦ εὐο ρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ὠντων, κ. τ. ἑ. Φῶς ζώντων (57) ἐστὶν ἡ γνῶσις ἡ ὧν ἀγγέλων.
[*](49 Gen. XLVIII, 15. 50 Hebr. X, 28. Psal. CIII,9. 52 Cen. III, 15.)[*]((48) Ἐν μέσῳ υοῦ πρωΐ, etc. Schedæ Grabii.)[*]((49) Ἑσπέρας. Catena Corderii et codex Coislianus secundus.)[*]((50) Εἰ πάντα δἰ αὐτοῦ, etc. Schedæ Grabii.)[*]((51) Ὡς διέθρεψε, etc. Codex Coislinianus sendus.)[*]((52) Ὁ Χριστός, etc. Codex Coislinianus secuns.)Καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἐως οὑ παρέλθῃ ἡ ἀνομία, κ. τ. ἑ. Πρὸς τὸ Πνεῦμα (58) λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὦφθη περιστερᾶς.
Τοῦ αὐτοῦ. Ἔως μὲν παρέλθοι ἡ 59) ἀνομία, ἐλπίζει ὁ δίκαιος ἐν τῇ σκιᾷ τῶν πτερύγων τοῦ Θεοῦ· ἐπὰν δὲ παρέλθοι, καὶ ἀνύπαρκτος γένηται, οὐκέτι ἐλπίσει ἐν σκιᾷ, ἀλλʼ ἐν αὐτῷ. Δύναται δὲ καὶ οῦτω νομεῖσθαι ταῦτα· Ἐλπιῶ μὲν ἐν σκιᾷ τῶν πτερύγων σου· ἕως δὲ παρέλθοι ἡ ἀνομία, κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον.