Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Οἱ μὲν ἐπίγειοι (53) δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσι, καλύπτουσιν ἡμᾶς· διὸ εἴρηται· « Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. »

Οὐ φοβηθήσομαι τί ποιήσει μοι σὰρξ, κ. τ. ἑ. Ὁ τὴν τοῦ δούλου (54) μορφὴν λαβὼν καὶ ἐν ὁμοιώματι γενόμενος σαρκὸς ἁμαρτίας, ὁ μὴ γνοὺς ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἑαυτὸν ἐποίησε, σάρκα ἀνααμβάνων, καὶ μηδὲν μόνος τῶν ἐν σαρκὶ ζησάντων ιμαρτὼν, θαῤῥούντως λέγοι τό· « Τί ποιήσει μοι σάρξ;

Παροικήσουσι κοὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, κ. τ. ἑ. Διʼ ὧν ἐνεργοῦεν (55) ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ ὐκ εἰσὶν οἱ δαίμονες.