Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, κ. τ. ἑ. Χριστοῦ ἀποσπῶντος (39) ἀνθρώπους ἀπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, ἡ φωνὴ τοῦ ἁμαρτωλοῦ διαβόλου παρορμῶντος τὰς ὑπʼ αὐτὸν δυνάμεις κατὰ τοῦ Σωτῆρος αἰτία ἐγίνετο τοῦ ἐκείνας ἐκκλίνειν ἐπʼ αὐτὸν τὴν ἀνομίαν, καὶ ἐν ὀργῇ ἐγκοτεῖν αὐτῷ, ὡς τοῦ Ἰησοῦ ταράττεσθαι τὴν καρδίαν ἐν αὐτῷ, καὶ δειλίαν θανάτου ἐμπίπτειν αὐτῷ, φόβου καὶ τρόμου ἐρχομένων ἐπʼ αὐτὸν, καὶ σκότου καλύπτοντος αὐτόν.
Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, κ. τ. ἑ. Ἔχει τι ὅμοιον (4Ο) τὸ, « Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, τῷ, « Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. » Ἀλλὰ καὶ ἐπὶ θανάτῳ προσδοκωμένῳ δειλία ἀπό τινος πονηρᾶς ἐνεργείας γίνεται , ἥτις, βουλομένη ἐνεργῆσαι εἰς τὸν λέγοντα τὸν ψαλμὸν, ἐπέπεσεν αὐτῷ, οὐ πάντως δὲ καὶ ἐνήργησεν ὅ ἐβουλήθη. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ἐλθόντος ἐπʼ αὐτὸν φόβου καὶ τρόμου· [*](16. Psal. XLI, 7. Pianus secundus.) [*]((40) Ἔχει τι ὅμοιον, etc. Catena Corderii et co- dex Coislinianus.)
Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, κ. τ. ἑ. Πτέρυγές εἰσι (41) τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δἰ ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας Τριάδος.
Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Ἡ τοῦ φυγαδεύειν λέξις (42) τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. Φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων,« Ἰδοὺ ἐμάκρυνα, » τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλὸν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ, τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ «φυγαδεύειν » ἰδίως ἐνταῦθα « φυγεῖν » σημαίνει, ἐρεῖ ὁ δίκαιος τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν πρὸς αὐτοὺς ἀλαζονείαν· Ηὐλίσθην ἐν τῇ ἐρήμῳ νόμου καὶ προφητῶν Ἐκκλησίᾳ. Ἁρμόζει δὲ καὶ τῷ κατʼ οἰκονομίαν Χριστῷ.