Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τίς δώσει ἐκ Σιὼν (33) τὸ σωτήριον τοῦ Ἰσραήλς; κ. τ. ἑ. « Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. » Ἀλλὰ καὶ ταῖς ἤδη αἰχμαλωτισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον. Ἀλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦ Ἰσραὴλ σωτήριον
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, κ. τ. ἑ. Εὔχεται (34) ἕως τοῦ, « ἐνώπιον αὐτῶν. » Εἶτα ἐνεστηκυίας αὐτῷ βοηθείας αἰσθόμενος, οἱονεὶ δείκνυσιν αὐτὴν ἐν τῷ· « Ἰδοὺ ὁ Θεὸς βοηθεῖ μοι, » καὶ τῷ ἑξῆς καὶ τῷ μετʼ αὐτόν. Εἶτα περί τινων εὔχεται ἐντυγχάνειν, ἐπαγγελλόμενος ἑκούσιον ἐπὶ τούτῳ θυσίαν. Εἶτ᾿ εὐχαριστεῖ ἀνταποδοτικῶς τῶν εἰρημένων ἐν τῇ εὐχῇ καὶ ἐντεύξει· καὶ πρὸς τὸ, « Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, » ἀνταποδίδωσιν· « Ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. »
Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, κ. τ. ἑ. Αἴσθεται εἰσακουσθεὶς (35) καὶ λέγει ταῦτα διὰ μέσου τῶν πρὸς Θεὸν συναφθέντων· Ἂνοὕτως κραταιοὶ « ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. » Βοηθὸν δὲ ἔχειν ὁμολογεῖ τάχα τὸν Πατέρα καὶ Κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν Υἱὸν, ὅς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου. Ἄ γὰρ ἐπάγειν μοι βεβούληνται κακωτικὰ, ταῦτα πρὸς αὐτοὺς ἀναστρέψει, οὕτω τοῦ Θεοῦ κρίνοντος. Τούτῳ συνᾴδει τὸ, « Ποιήσατε αὐτὴν, ὅν τρόπον ἐποιήσατε τὸν πλούσιον. » Καὶ τούτων, φησὶ, συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπʼ εὐχαριστίαν ἐρχόμενος, ἑκουσίως θύσω σοι.
Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, κ. τ. ἑ. Εὐχαριστεῖ (36), πρὸς τὸ « Ἐν τῷ ὀνόματί σῶσόν με, » ἀποδιδοὺς τὸ, « Ἐξομολογήσομαι τῷ ὀνόματί σου. » Καὶ πρὸς τὸ, « Ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, » τὸ, « Ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. » Ἀγαθὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λανθάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι , καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ [*](43 I Cor. x, 32, 35. 44 Rom. XI, 26.) [*]((33) Ἥξει ἐκ Σιών, ete. Codex Coislinianus.) [*]((34) Εὔξεται, etc. Codex Coislianus secundus.)
Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, κ. τ. ἑ. Οὐδεὶς τῶν (37) ἁμαρτανόντων, μάλιστα παρὰ τὸν τῆς ἁμαρτίας καιρὸν, θέλοι ἂν ἵνα προσέχῃ αὐτῷ ἀνὴρ σεβάσμιος, πόσῳ ἧττον Θεός. Εἵτερ συιεῖς τὸ, « Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, » τὰ ἕρημα τοῦ λόγου τῆς κακίας χωρία καταλιπὼν, ἐλήλυθας ἐπὶ τὴν οἰκουμένην, καὶ ἐλθὼν κατῴκισας ἐν αὐτῇ. Καὶ ἐνωτίσας τὰ λόγια τοῦ Θεοῦ λέγε· « Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, » καὶ ἐνωτίσεται, ἀλλὰ καὶ μὴ ὑπεριδὼν δεομένου σου. Θάῤῥει ὡς οὐχ ὑπεροφθησόμενος εἰπεῖν· « Καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. » Ἀλλὰ καὶ εἰ προσέχεις Θεῷ, πεποιθὼς αὐτῷ, λέγε τό· « Πρόσχες μοι· » ἔτι δὲ εἰ ἤκουσας αὐτοῦ, εἰσακούσεταί σου. Ἀλλὰ εἰ καὶ, ὡς ὁ Ἀπόστολος διὰ φιλανθρωπίαν λυπούμενος, κλαίεις μετὰ κλαιόντων, καὶ στενάζεις ἐν τῷ σκήνει βαρούμενος, εἰπὲ τό· « ἐλυπήθην, » καὶ τὰ ἐξῆς. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, κ. τ. ἑ. Ἢ ἀδολεσχίαν (38) ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐπὶ τῆς Ἄννης· « Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα. » Καὶ ὅσα δὲ πράττομεν ἢ λέγομεν παρὰ τὸν ὀρθὸν λόγον, ἀδολεσχία ἐστὶ, ὡς καὶ ὅσα εἰκῆ λαλοῦμεν. Κατέγνω οὖν ἑαυτοῦ ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν τῆς ψυχῆς ἀπολωλεκέναι γαλήνην « ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. » Ἐξομολογεῖται οὖν, διδάσκων ἡμᾶς ὁ Προφήτης ἐξομολογεῖσθαι, τὸ πρόσωπον ἡμῶν ἀναλαβών.